Πέμπτη 2 Σεπτεμβρίου 2021

ΕΥΧΗ Εἰς τὸν φιλάνθρωπον Θεὸν καὶ Πατέρα.




Ε Υ Χ Η

Εἰς τὸν φιλάνθρωπον Θεὸν καὶ Πατέρα.

Ποίημα τοῦ προρρηθέντος Νομοφύλακος, Ἰωάννου Διακόνου τοῦ Εὐγενικοῦ, ἀδελφοῦ Μάρκου τοῦ Ἐφέσου.


   Θεὸς ὁ μέγας καὶ φοβερὸς καὶ ὕψιστος, ὁ θαυμαστὸς καὶ ὑπερούσιος καὶ ὑπέρσοφος. Ὁ ὤν, καὶ ἀγαθὸς καὶ Παντοδύναμος· ὁ ἀνενδεὴς καὶ παντέλειος ὁ προαιώνιος καὶ ἀκατάληπτος ὁ ὑπὲρ πᾶν πρᾶγμα καὶ ὄνομα οὗ ἡ σοφία καὶ ἡ γνῶσις, ἀμέτρητος καὶ ἀπερινόητος, καὶ τὰ κρίματα ἀνεξερεύνητα, καὶ αἱ ὁδοὶ ἀνεξιχνίαστοι· ὁ μόνῃ χρηστότητι καὶ εὐσπλαγχνίᾳ, καὶ ἀγαθότητος ὑπερβολῇ, ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὴν ὁρατὴν καὶ ἀόρατον κτίσιν ὑποστήσας. Καὶ πρότερον μὲν τὰς ἀγγελικὰς καὶ ἀΰλους οὐσιώσας Δυνάμεις, προσκυνητὰς καὶ ὑμνητὰς ἀπαύστους τῆς ἀφάτου σου μεγαλειότητος. Εἶτα τὸν ὕστερον Ἄγγελον, τὸν μικρὸν κόσμον, τὸν ἄνθρωπον διαπλάσας κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν σοῦ τοῦ ἀοράτου Θεοῦ, καὶ τύπον τῆς σῆς σοφίας καὶ ἐπιστήμης καὶ δυνάμεως.

   Ὃν καὶ τοῦ σοῦ θελήματος ἀποστατήσαντα καὶ τῆς μακαρίας διαγωγῆς καὶ θείας δόξης ἐκπεσόντα, τῇ ἐνσάρκῳ οἰκονομίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, κλῖναι τοὺς οὐρανοὺς καὶ καταβῆναι πρὸς τὴν ἡμῶν ταλαιπωρίαν εὐδοκήσαντος, ἀνέπλασας καὶ τεθέωκας, καὶ εἰς τὸ ἀρχαῖον ἀποκατέστησας. Ὁ διὰ τῆς ἐπιδημίας καὶ τῆς χάριτος τοῦ ἐκπορευομένου παρὰ σοῦ τοῦ Πατρὸς τῶν φώτων, παναγίου καὶ ἀγαθοῦ καὶ ζωοποιοῦ σου Πνεύματος, ἀναγγείλας ἡμῖν πάντα καὶ τὰ ἐλλείποντα ἀναπληρώσας, καὶ διὰ τῶν ἱερῶν Ἀποστόλων τὸ μυστήριον τῆς ἁγίας Τριάδος καθαρῶς ἡμῖν ὑποδείξας, ἵνα γινώσκωμεν σὲ τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Ὁ καταδεχόμενος Πατὴρ ἡμῶν ὀνομάζεσθαι, καὶ τὴν καθαρὰν ἀνθρωπίνην καρδίαν, θρόνον καὶ ναὸν ἅγιον σεαυτῷ ποιεῖν καὶ καλεῖν· ἐρχόμενος ἐν ἑκάστῳ τῶν ἀξίων, σὺν τῷ μονογενεῖ σου Υἱῷ, καὶ τῷ παναγίῳ σου Πνεύματι, καὶ μονὴν παρ’ αὐτῷ ποιῶν. Ὁ κἀμὲ τὸν ἀνάξιον εἰς τοῦτο σχήματος καὶ ἡλικίας εὐεργετήσας προελθεῖν, Θεέ μου, Βασιλεῦ ἀόρατε, καὶ πολλῶν ταλάντων με ὀφειλέτην καταστησάμενος.

   Αὐτός, κραταιέ, μεγαλοδύναμε Κύριε, ἐπάκουσόν μου τῆς εὐτελοῦς καὶ ταπεινῆς εὐχαριστίας καὶ δεήσεως, ἐξ ἀχρείου στόματος καὶ γλώττης ἀναξίας καὶ χειλέων ἀνάγνων προσφερομένης σοι· ἐπάκουσόν μου συμπαθῶς, μακρόθυμε καὶ ἀνεξίκακε Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ προσκυνητέ, ἐν τῇ παρούσῃ ὥρᾳ. Ὁ ὑπὸ πάσης τῆς κτίσεως ἀσιγήτως ὑμνολογούμενος καὶ δοξαζόμενος· ἐπίβλεψον εὐμενῶς εἰς τὴν ἐμὴν ταλαιπωρίαν καὶ χαύνωσιν καὶ ἀμέλειαν· καὶ τρέψον εἰς σπουδὴν τὴν ράθυμόν μου προαίρεσιν, καὶ τὴν φιλαμαρτήμονα γνώμην, εἰς ἐπιθυμίαν ἄπαυστον τοῦ καλοῦ, εἰς ἀρετῆς ἐργασίαν, εἰς ὄρεξιν τῆς σῆς βιαστικῆς βασιλείας, καὶ βιασταῖς ἁρπαζομένης, καὶ εἰς ἔφεσιν τῶν οὐρανίων τερπνῶν.

   Δίδαξόν με ἁγιωσύνην τελεῖν ἐν φόβῳ σου· λάμπρυνον ἐπ’ ἐμοὶ ὁ νοητὸς ἥλιος τὸ φῶς τῆς ἀληθινῆς γνώσεως· εἰρήνευσον καὶ πράϋνον τὴν καρδίαν μου, ὁ εἰρηνοποιήσας τὰ πάντα, καὶ τοῖς οὐρανίοις ἑνώσας τὰ ἐπίγεια, διὰ τῆς ὑπερεχούσης πάντα νοῦν εἰρήνης τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Χαρᾶς καὶ εὐφροσύνης ἀληθινῆς με πλήρωσον, ἡ ἄρρητος χαρὰ τῶν Ἀγγέλων· κέντησόν με εἰς ἔρωτα τῆς σῆς ἀγάπης, τῶν ἐφετῶν τὸ ἀκρότατον· τῶν βιοτικῶν με θορύβων καὶ πειρασμῶν καὶ θλίψεων ἀνώτερον ἀπέργασαι, ὁ εὔδιος τῶν χειμαζομένων λιμήν. Μὴ ἀπὸ σκότους εἰς σκότος καὶ ἐξ ἰλύος τῶν παθῶν, εἰς τὴν αἰώνιον κόλασιν μεταχωρῆσαι τὸ πλάσμα σου συγχωρήσῃς, ἀγαθέ· λύτρωσαί με τῶν σκανδάλων καὶ πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου, ὁ συντρίψας αὐτὸν τῇ ἀφάτῳ σου δυνάμει, καὶ νεκρώσας αὐτοῦ τὸ θράσος, καὶ τὴν καθ’ ἡμῶν μανίαν, τῷ διὰ σταυροῦ πάθει τοῦ Χριστοῦ σου· ἐνοίκησον τῇ ψυχῇ μου τὸν ἁγνότατον φόβον σου, τὴν μνήμην τοῦ φρικτοῦ σου ὀνόματος, τὴν ἐπιθυμίαν τῶν ἀπορρήτων σου ἀγαθῶν· εἰς τὸ τὰ σὰ νοεῖν, τὰ σὰ λαλεῖν, ἐν τοῖς σοῖς πολιτεύεσθαι.

   Χάρισαί μοι Κύριε, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα, ταπεινὸν νοῦν, μετριόφρονα λογισμόν, γνώμην φιλάγαθον, καρδίαν συντετριμμένην, διάνοιαν κατεσταλμένην, προσοχὴν διηνεκῆ, πίστιν εἰλικρινῆ, πρᾳότητα καθαράν, ἐγκράτειαν ἀπαθῆ, τοὺς καρποὺς τοῦ ἁγίου σου Πνεύματος· ἵνα ἐν τῇ χαρᾷ σου μετὰ πάντων ἀνθρώπων εἰρηνεύω, καὶ πάντας ἀγαπῶ γνησίως, καὶ πᾶσιν ἀρέσκωμαι καὶ μετὰ πάντων οἰκειωθῶ· καὶ διὰ τῆς πρὸς τὸν πλησίον ἀγάπης, εἰς τὴν σὴν ἀγάπην στερεωθῶ. Μὴ ἀπώσῃ με, μακρόθυμε, διὰ τὰς ἁμαρτίας μου. Μὴ βδελὺξῃ με διὰ τὰς αἰσχρουργίας μου· ὡς ἐν πολλοῖς ἐθαυμάστωσας τὰ ἐλέη σου, καὶ ἐν τῇ παλαιᾷ καὶ ἐν τῇ καινῇ Διαθήκη, διὰ μόνην σου ἀγαθότητα, καὶ διὰ τὴν ἐκείνων ὁρμὴν καὶ θέλησιν· καὶ θεράποντάς σου καὶ φίλους καὶ φίλας κατέστησας· οὕτω καὶ ἐπ’ ἐμοὶ τῷ ἀναξίῳ, Θεὲ ὑπεράγαθε καὶ φιλάνθρωπε, θαυμάστωσον τὰ ἐλέη σου, μεγάλυνον τοὺς οἰκτιρμούς σου, δεῖξον τὴν εὐσπλαγχνίαν σου, καὶ μετανοοῦντά με πρόσδεξαι συμπαθῶς τὸν ὑπὲρ πάντα ἄνθρωπον ἁμαρτήσαντα. Μᾶλλον δὲ καὶ τὸ γνησίως ἐπιστρέψαι πρὸς σέ, καὶ ἀληθῶς θελῆσαι, καὶ ὁλοψύχως ἐπιμεῖναι, καὶ μεταγνῶναι τελείως, καὶ ἐξομολογήσασθαι καθαρῶς, καὶ δεηθῆναι, ὡς δεῖ, καὶ δάκρυσιν ἐξαλεῖψαι τὸ χειρόγραφον τῶν ἁμαρτιῶν μου, αὐτός μοι πάντα δώρησαι ὁ τῶν ἀγαθῶν χορηγός· ὥστε δυνηθῆναι χαίρειν ἐν σοὶ τῷ Κυρίῳ μου πάντοτε, καὶ ἀδιαλείπτως προσεύχεσθαι καὶ ἐν παντὶ εὐχαριστεῖν.

   Ἵνα μηκέτι ὡς σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ· μηκέτι σαρκικῶς, ἀλλ’ ὅλως πνευματικῶς, ὅλως χριστιανικῶς καὶ θεαρέστως πολιτευσάμενος, καὶ ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεώς μου τὴν μερίδα τῶν ἁγιασμάτων τοῦ Χριστοῦ σου δεχόμενος· καὶ τέλος, ἱλαρῶς τοῦδε τοῦ βίου ἀπάρας, καταξιωθῶ καὶ τῆς μερίδος τῶν σωζομένων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καὶ τῶν ἀπορρήτων ἀγαθῶν ἀπολαύσω· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τοῦ παναγίου καὶ ἀγαθοῦ καὶ ζωοποιοῦ σου Πνεύματος· μεθ’ ὧν σοι πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, εἰς τοὺς αἰῶνας. Ἀμήν.


* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ, Συνερανισθὲν ὑπὸ ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου», Βόλος 1980, σελ. 46-48.