Σάββατο 23 Μαρτίου 2024

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ τῆς ΚΥΡΙΑΚΗΣ

  



ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ

ΚΥΡΙΑΚΗΣ Α΄ ΝΗΣΤΕΙΩΝ

(Ἰωάν. α΄ 44 - 52)


   «Τῷ καιρῷ ἐκείνῳ ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι.

   ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.

   εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.

   καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε.

   εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι.

   λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.

   ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.

   ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει.

   καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.»


Ἀπόδοση στὴν νεοελληνική:

   Τὸν καιρὸ ἐκεῖνο ἀποφάσισε ὁ Χριστὸς ν’ ἀναχωρήσει ἀπὸ τὴν Ἰουδαία γιὰ τὴν Γαλιλαία· βρίσκει τὸν Φίλιππο καὶ τοῦ λέγει: Ἀκολούθησέ με.

   Ὁ Φίλιππος καταγόταν ἀπὸ τὴν Βηθσαϊδά, ἀπὸ τὴν πατρίδα τοῦ Ἀνδρέα καὶ τοῦ Πέτρου.

   Βρίσκει ὁ Φίλιππος τὸν Ναθαναὴλ καὶ τοῦ λέγει: Αὐτόν, γιὰ τὸν ὁποῖο ἔγραψε ὁ Μωϋσῆς στὸν Νόμο καὶ προανήγγειλαν οἱ προφῆτες (στὰ προφητικά τους βιβλία) τὸν βρήκαμε· εἶναι ὁ Ἰησοῦς, ὁ υἱὸς τοῦ Ἰωσήφ, ἀπὸ τὴν Ναζαρέτ.

   Ὁ Ναθαναὴλ ὅμως τοῦ εἶπε: Ἀπὸ τὴν Ναζαρὲτ εἶναι δυνατὸν νὰ βγεῖ κάτι καλό; Τοῦ λέγει ὁ Φίλιππος: Ἔλα καὶ δὲς μόνος σου.

   Εἶδε ὁ Ἰησοῦς τὸν Ναθαναὴλ νὰ ἔρχεται πρὸς αὐτὸν καὶ λέγει γιὰ αὐτόν: Νά, ἕνας γνήσιος Ἰσραηλίτης, στὸν ὁποῖο δὲν ὑπάρχει πονηριά.

   Τοῦ λέγει ὁ Ναθαναήλ: Ἀπὸ ποῦ μὲ γνωρίζεις; Ἀπάντησε ὁ Ἰησοῦς καὶ τοῦ εἶπε: Προτοῦ σὲ φωνάξει ὁ Φίλιππος, ὅταν ἤσουνα κάτω ἀπὸ τὴν συκιά, ἐγὼ σὲ εἶδα.

   Ἀποκρίθηκε ὁ Ναθαναὴλ καὶ τοῦ λέγει: Διδάσκαλε, ἐσὺ εἶσαι ὁ Υἱὸς τοῦ Θεοῦ, ἐσὺ εἶσαι ὁ Βασιλεὺς τοῦ Ἰσραήλ.

   Ἀποκρίθηκε ὁ Ἰησοῦς καὶ τοῦ εἶπε: Διότι σοῦ εἶπα ὅτι σὲ εἶδα κάτω ἀπὸ τὴν συκιά, πιστεύεις; Θὰ δεῖς ἀκόμη μεγαλύτερα ἀπ’ αὐτά.

   Καὶ ἐν συνεχείᾳ τοῦ λέγει, (ὥστε ν’ ἀκούσουν καὶ οἱ ἄλλοι μαθητές): Σᾶς διαβεβαιώνω, ὅτι ἀπὸ τώρα θὰ δεῖτε ἀνοικτὸ τὸν οὐρανὸ καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ν’ ἀνεβαίνουν καὶ νὰ κατεβαίνουν, νὰ συνοδεύουν καὶ νὰ ὑπηρετοῦν τὸν Υἱὸ τοῦ Ἀνθρώπου.