Παρασκευή 14 Μαΐου 2021

ΕΥΧΗ Εἰς τὸ ἅγιον Πνεῦμα.




Ε Υ Χ Η

Εἰς τὸ ἅγιον Πνεῦμα.


   Σοὶ τῷ μόνῳ ἀγαθῷ καὶ παναγίῳ, καὶ ζωοποιῷ Πνεύματι, προσπίπτω ἐγὼ ὁ πάσης τιμωρίας ἔνοχος, καὶ πάσης κολάσεως ὑπεύθυνος. Σὲ τὴν ἀΐδιον καὶ ὄντως ζωήν, τὸ ἀληθινὸν καὶ ἀνέσπερον φῶς, τὸν Κύριόν μου καὶ Θεόν, ἱκετεύω μὴ εἰς τέλος καταβάλῃ με ὁ ἐξ ἐναντίας· ἀλλὰ σὺ βασίλευσον ἐν ἐμοί, ἡ παντοδύναμος καὶ ἀνεκφώνητος δύναμις. (Τὸ ὑπερπλῆρες καὶ ἀπερίληπτον καὶ ἀνέκβατον κράτος· ἡ πᾶσα ἀγαθότης καὶ παντὸς ἀγαθοῦ καὶ καλοῦ αἰτία. Τὸ ἀνακαινίζον πᾶσαν φύσιν τῆς κτίσεως, ἐξ οὗ οἱ ἀσθενεῖς, ἰσχυροί· παρ’ οὗ ἡ ἀναγέννησις ἡμῶν καὶ ἀνάπλασις, καὶ πᾶσα ἐπίγνωσις. Παρ’ οὗ τὸν λυτρωτὴν ἡμῶν καὶ Σωτῆρα Κύριον, ὁρᾶν φωτιζόμεθα· δι’ οὗ τὰ πάντα ζῶσι καὶ διαμένουσιν· ἡ ἄρρητος σοφία· ἡ ὑπὲρ αἴσθησιν γνῶσις· ἡ ἀπερινόητος ἔλλαμψις· ἡ πᾶσα ζωή· ἡ πᾶσα δύναμις· ἡ πᾶσα δόξα· ὁ πάντων προνοητὴς καὶ ἐλεήμων Θεός). Καὶ ὅλον σὸν γενέσθαι, καὶ ζῆν με τοῦ λοιποῦ κατὰ τὸ σὸν εὐδόκησον θέλημα· ἀνέγειρόν μου τὰ μέλη, ἃ κατέρραξεν ἡ ἁμαρτία· φώτισόν μου τὴν καρδίαν, ἣν ἐσκότισεν ἡ πονηρὰ ἐπιθυμία· καὶ τὴν νεκρωθεῖσαν ψυχήν μου ταῖς ἁμαρτίαις, ἀνάστησον. Παῦσόν μου τῶν παθῶν τὰς τρικυμίας· ἐλέησόν μου τὴν πενίαν καὶ συνέτισόν μου τὴν ἀναισθησίαν· ρῦσαί με ἀπὸ παντὸς πολέμου, ἔνδοθεν ἢ ἔξωθεν ἐπισυνεστῶτος μοι· ρῦσαί με ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ συγχώρησον πάντα τὰ τῆς ἐμῆς παρανομίας πλημμελήματα· καὶ ἔνθου ἐν ἐμοὶ τὴν σὴν τελείαν ἀγάπην.

   Ἔγγραψον τὸ ὄνομα τοῦ δούλου σου ἐν βίβλῳ ζωῆς καὶ χάρισαί μοι τέλος ἀγαθόν, ὅπως ἀράμενος νῖκος κατὰ τοῦ διαβόλου, προσκυνήσω ἀνεπαισχύντως ἐνώπιον τοῦ θρόνου τῆς βασιλείας σου. Γενέσθω σοι ἡ καρδία μου, Δέσποτα, γῆ ἀγαθή, δεχομένη σπόρον καλόν, καὶ δροσίσαι ἡ χάρις σου εἰς αὐτήν, δρόσον ζωῆς αἰωνίου· θερίσαι δὲ ἡ χάρις σου ἐξ αὐτῆς δράγμα καλόν· προσκύνησιν μετὰ κατανύξεως, ἐγκράτειαν, ἀγρυπνίαν, δάκρυα. Ἐπίστρεψον ψυχῇ μου εἰς τὴν ἀνάπαυσίν σου τῇ νηστείᾳ· ἐπίστρεψον ψυχή μου εἰς τὴν μάνδραν τοῦ Παραδείσου, τῇ κακοπαθείᾳ καὶ θλίψει. Εὑρεθείη ἡ ψυχή μου, Κύριε, ἐν τῷ φωτί σου ἐκείνῳ τῷ ἀνεκλαλήτῳ μετὰ τοῦ χοροῦ τῶν ἁγίων σου. Ναί, Δέσποτα τῶν ἁπάντων, ἀκατάληπτε καὶ ἀκατανόητε· ἐπάκουσόν μου τοῦ ἀχρείου καὶ ἀναξίου δούλου σου· εὐόδωσόν

με διελθεῖν καὶ διανῦσαι τὴν στενὴν καὶ τεθλιμμένην ὁδόν, ἵνα ἀξιωθῶ τυχεῖν τῶν ἐπαγγελιῶν σου, καὶ κράζω ἐν τρυφῇ Παραδείσου· δόξα Πατρὶ ἀθανάτῳ, καὶ Υἱῷ ἀθανάτῳ, καὶ Πνεύματι ἁγίῳ ἀθανάτῳ, μεγαλοπρέπεια, προσκύνησις· εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ, Συνερανισθὲν ὑπὸ ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου», Βόλος 1980, σελ. 43.