Τετάρτη 11 Ιανουαρίου 2023

ΕΥΧΗ Εἰς τὴν ἁγίαν Τριάδα.




Ε Υ Χ Η

Εἰς τὴν ἁγίαν Τριάδα.

Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.


   Δόξα σοι Κύριε ὁ Θεὸς ἡμῶν δόξα σοι· δόξα ἐν ὑψίστοις καὶ ἐπὶ γῆς, τῷ πάσης οὐσίας καὶ θειότητος ἀμέτρως ὑπεράνω κειμένῳ, ἑνὶ καὶ μόνῳ Θεῷ. Δόξα σοι τῷ πανσόφῳ τοῦ παντὸς Κτίστῃ καὶ Ἡγεμόνι, καὶ ἡμῖν εὐεργέτῃ καὶ χορηγῷ, πάντων ὧν ἐσμὲν καὶ ὧν ἔχομεν. Δόξα σοι τῷ ἀνεχομένῳ ἡμᾶς τοὺς ἀναξίους καὶ ἁμαρτωλοὺς παρίστασθαι ἐνώπιον τῆς δόξης σου. Δόξα σοι, ὦ μακαρία Τριάς, ἐν ἄκρᾳ καὶ ἁπλουστάτῃ ἑνότητι φύσεως· ὁ Πατήρ, ὁ Υἱός, καὶ τὸ ἅγιον Πνεῦμα. Δόξα σοι τῷ δημιουργῷ πάσης νοητῆς καὶ αἰσθητῆς φύσεως. Δόξα σοι τῷ ὑπεραγάθῳ, καὶ παντοδυνάμῳ, καὶ ὑπερουσίῳ, καὶ εὐσπλάγχνῳ, καὶ οἰκτίρμονι Πατρὶ καὶ Δεσπότῃ. Προσκυνῶ ψυχῇ τε καὶ σώματι τὴν μεγαλειότητά σου, τὸ εὐτελέστατον κτίσμα σου ἐγώ· ὑμνῶ τὴν ἀνεξερεύνητόν σου σοφίαν· εὐχαριστῶ τῇ ἀπερινοήτῳ Προνοίᾳ σου· ὑπερευλογῶ τὴν ὑπερανείκαστον καὶ ὑπεράγαθον μακροθυμίαν σου.

   Ὁ Θεός, ἡ ἁγιωτάτη καὶ μακαριωτάτη Τριάς, σῶσόν με· ὁ Θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς. Πρόσχες τῇ δεήσει μου καὶ μὴ ἐγκαταλίπῃς με· Θεὲ ὑπεράγιε, διὰ τοῦ λόγου σου καὶ τοῦ Πνεύματός σου ἁγίασον με, τῷ λόγῳ σου ἀνάπλασόν με καὶ τῷ Πνεύματί σου ὁδήγησόν με· τὸν νοῦν μου ἐμψυχωσάτω ὁ λόγος σου νεκρωθέντα, καὶ τὴν θέλησίν μου τὸ Πνεῦμά σου τὸ πανάγιον. Μεγαλοδύναμε κραταιὲ Κύριε, ἐμφύτευσον τῇ καρδίᾳ μου τὴν ἀγάπην τῶν νόμων σου· τὰς αἰσθήσεις μου τῷ λόγῳ σου ὑπόταξον· τὸν λόγον μου ἐνίσχυσον· τὸν νοῦν μου καταύγασον ταῖς ἀκτῖσι τῆς ἀληθείας σου· τὴν θέλησίν μου πρὸς σὲ ἐπίστρεψον, τὸ μόνον ἀληθῶς ἐφετόν· τὴν γλῶσσάν μου παιδαγώγησον, ἵνα λέγῃ καθ’ ἑκάστην τό, Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ ἐλέησόν με. Κύριε, διὰ τῆς μακαρίας Παρθένου, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ σῶσόν με. Κύριε, διὰ τοῦ σταυροῦ σου φύλαξόν με. Κύριε διὰ τῶν ἁγίων Ἀγγέλων σου, τείχισόν με. Κύριε, διὰ τῶν ἁγίων τῆς ἀληθείας Μαρτύρων ὅπλισόν με· Κύριε, διὰ τῶν Ἁγίων πάντων κατάπεμψον ἐπ’ ἐμὲ τὸ ἔλεός σου. Κύριε Ἰησοῦ δωρεὰν ἐλέησόν με τὸν ὠνητὸν διὰ τοῦ ὑπερτίμου αἵματος καὶ ὀνόματός σου. Τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ πανάγιον, ἐλθὲ καὶ σκήνωσον ἐν ἐμοί· τὰς πολυχρονίους κηλῖδας τῶν ἁμαρτιῶν μου ἐξάλειψον· δίωξον ἀπ’ ἐμοῦ τὰ τῆς λαγνείας καὶ πονηρίας πνεύματα· ἄστραψον ἐν τῇ καρδίᾳ μου τὴν λαμπηδόνα τῶν χαρισμάτων σου· ἀπόρρηξόν με τῶν προσπαθειῶν τοῦ παρόντος αἰῶνος· ὅλον με πρὸς τὴν ἀγάπην τῆς ἀϊδιότητος ἕλκυσον. Παναγία Τριάς, διὰ τῶν οἰκτιρμῶν σου ἐλεήσασα σῶσόν με.

   Ἀξίωσόν με εὐλαβῶς ἀναφέρειν τὴν ὑπερπλήρη καὶ θεοδίδακτον ἐκείνην εὐχήν· «Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.». Κύριε ὁ Θεός, παράσχου ἡμῖν τοῖς δούλοις σου, δεόμεθα, ἐν διηνεκεῖ τῆς ψυχῆς καὶ τοῦ σώματος εὐφραίνεσθαι σωτηρίᾳ· καὶ τῇ μεσιτείᾳ τῆς ἐνδόξου καὶ μακαρίας ἀειπαρθένου Μαρίας ἀξίωσον ἡμᾶς ἀπαλλαγέντας τῆς παρούσης λύπης· αἰωνίου χαρᾶς ἐπαπολαῦσαι, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· μεθ’ οὗ, σὺν τῷ ἁγίῳ Πνεύματι, ζῇς τε καὶ βασιλεύεις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ, Συνερανισθὲν ὑπὸ ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου», Βόλος 1980, σελ. 54, 55.