Σάββατο 28 Ιανουαρίου 2023

ΕΥΧΗ Τοῦ ὁσίου Ἰακώβου




Ε Υ Χ Η

Τοῦ ὁσίου Ἰακώβου,

Τοῦ μετὰ τὰς ἁμαρτίας, πορνείας καὶ φόνου μετανοήσαντος καὶ ἀποκλεισθέντος ἐν τάφῳ, καὶ τὰ γόνατα κλίναντος, καὶ τὸ στῆθος ἀφειδῶς τύπτοντος, καὶ μετὰ κλαυθμοῦ πολλοῦ ταύτην λέγοντος ἐπὶ δέκα χρόνοις.



   Πῶς ἀτενίσω πρὸς σὲ ὁ Θεός; ποίαν δὲ ἀρχὴν τῆς ἐξομολογήσεως εὕροιμι; Ποίᾳ καρδίᾳ; ἢ ποίῳ θαρρήσας συνειδότι γλῶσσαν ἀσεβῆ καὶ χείλη μολυσμοῦ γέμοντα, κινῆσαι πειράσωμαι; Ποίας δὲ ἁμαρτίας πρῶτον ἄφεσιν αἰτῆσαι κατατολμήσω; Φεῖσαι, φιλάνθρωπε Κύριε! ἵλεως γενοῦ τῷ ἀναξίῳ, Δέσποτα ἀγαθέ! καὶ μὴ συναπολέσῃς με ταῖς αἰσχραῖς μου πράξεσιν· οὐ γὰρ μικρά μου τὰ δυσσεβήματα· πορνείαν ἐτέλεσα· φόνον εἰργασάμην· αἷμα ἀθῷον ἐξέχεα· καὶ πρὸς τούτοις, τοῖς ὕδασι καὶ θηρίοις καὶ πετεινοῖς δέδωκα εἰς βοράν. Καὶ νῦν, Κύριε, εἰδότι σοι τὰ πάντα ἐξομολογοῦμαι, Ἀγαθέ, τὴν τούτων ἐξαιτούμενος ἄφεσιν. Μὴ παρίδῃς με, Δέσποτα· ἀλλὰ κατὰ τὴν σοὶ πρέπουσαν εὐσπλαγχνίαν, οἰκτείρησόν με τὸν ἀσεβῆ καὶ κατάπεμψον εἰς ἐμὲ τὸ παρὰ σοῦ πλούσιον ἔλεος, ἐλθόντα ἐπὶ τὰ τῆς ἁμαρτίας βάραθρα· κατεπόντισέ με γὰρ ἡ τοῦ λυμεῶνος ἐχθροῦ καταιγίς· μηδὲ καταπίῃ με ὁ δράκων ὁ βύθιος.



* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ, Συνερανισθὲν ὑπὸ ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου», Βόλος 1980, σελ. 107.