Κυριακή 28 Νοεμβρίου 2021

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ τῆς ΚΥΡΙΑΚΗΣ




ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ

ΚΥΡΙΑΚΗΣ ΙΓ΄ ΛΟΥΚΑ

(κεφ. ιη΄ 18-27)


   «Τῷ καιρῷ ἐκείνῳ, ἄρχων τις προσῆλθε τῷ Ἰησοῦ λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;

   εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.

   τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου.

   ὁ δὲ εἶπε· ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.

   ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι.

   ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα.

   ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ!

   εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.

   εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι;

   ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.»


Ἀπόδοση στὴν νεοελληνική:

   Τὸν καιρὸ ἐκεῖνο, κάποιος ἄρχοντας ἦλθε πρὸς τὸν Ἰησοῦ καὶ τὸν ρώτησε, λέγοντας: Διδάσκαλε ἀγαθέ, τί πρέπει νὰ κάμω, γιὰ νὰ κληρονομήσω τὴν αἰώνια ζωή;

   Καὶ εἶπε πρὸς αὐτὸν ὁ Ἰησοῦς: Γιατὶ μὲ ὀνομάζεις ἀγαθόν; Κανένας δὲν εἶναι ἀπολύτως ἀγαθός, παρὰ μόνον ἕνας, ὁ Θεός.

   Γνωρίζεις τὶς ἐντολές· νὰ μὴ μοιχεύσεις, νὰ μὴ φονεύσεις, νὰ μὴ κλέψεις, νὰ μὴ ψευδομαρτυρήσεις, νὰ τιμᾶς τὸν πατέρα σου καὶ τὴν μητέρα σου.

   Κ’ ἐκεῖνος εἶπε: Ὅλ’ αὐτὰ τὰ φύλαξα ἐκ νεότητός μου.

   Ὅταν ἄκουσε τὰ λόγια αὐτὰ ὁ Ἰησοῦς τοῦ εἶπε: Ἀκόμα ἕνα σοῦ λείπει· ὅλα ὅσα ἔχεις πούλησέ τα καὶ μοίρασέ τα στοὺς φτωχούς, κι ἔτσι θ’ ἀποκτήσεις θησαυρὸ στὸν οὐρανό, καὶ ἔλα ἀκολούθησέ με (ὡς μαθητής μου).

   Κ’ ἐκεῖνος, ὅταν ἄκουσε αὐτά, λυπήθηκε βαθύτατα· διότι ἦταν πολὺ πλούσιος κ’ εἶχε προσκόλληση στὰ πλούτη του.

   Βλέποντάς τον καταλυπημένον ὁ Ἰησοῦς νὰ φεύγει, εἶπε στοὺς μαθητές του: Πόσο δύσκολα αὐτοὶ ποὖχουν τὰ χρήματα θὰ μποῦν στὴν βασιλεία τοῦ Θεοῦ!

   Διότι εἶναι εὐκολώτερο νὰ περάσει μιὰ γκαμήλα ἀπὸ τὴν μικρὴ τρύπα ποὺ ἀνοίγει ἕνα βελόνι, παρὰ ἕνας πλούσιος νὰ εἰσέλθει στὴν βασιλεία τοῦ Θεοῦ.

   Κι ἐκεῖνοι ποὺ τὸν ἄκουσαν εἶπαν: Καὶ ποιὸς εἶναι δυνατὸν νὰ σωθεῖ;

   Ὁ δὲ Κύριος εἶπε: Τὰ ἀδύνατα γιὰ τοὺς ἀνθρώπους εἶναι κατορθωτὰ καὶ δυνατὰ στὸν Θεό.