Ὦ Θεία Ἀγάπη
ΠΟΙΗΜΑ
ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΠΕΝΤΑΠΟΛΕΩΣ
Ὦ Θεία Ἀγάπη ἐλθὲ ἱκετεύω
ἐξ ὅλης Ψυχῆς μου καὶ μέσης καρδίας
καὶ σκήνωμα θεῖον Χριστὲ ποίησόν με
καὶ πάσης κηλῖδος, ὦ καθάρισόν με.
Ὦ Θεία Ἀγάπη ἀγάπης ἐνθέου
τὴν Σὲ ἐκζητοῦσαν Ψυχὴν ἔμπλησόν μου
καὶ ἔρωτα θεῖον, ὦ Θεία Ἀγάπη,
θερμῶς ἱκετεύω τῷ δούλῳ σου δός μοι.
Ὦ Θεία Ἀγάπη τὴν Σὴν ἱκετεύω
ἀγάπην παράσχου τοῖς Σὲ ἐκζητοῦσι
Ἡ γὰρ Σὴ ἀγάπη τὸ πλήρωμά ἐστι
τοῦ Θείου σου νόμου ἀγάπη γλυκεῖα.
Ὦ Θεία Ἀγάπη ἡ μόνη πληροῦσα
τὸν σύμπαντα κόσμον καὶ ἡ συντηροῦσα
Σὺ πέλεις ὁ νόμος τῶν ἐπουρανίων
Σὺ πέλεις ὁ νόμος καὶ τῶν ἐπιγείων.
Ἡ Σὴ βασιλεία ἐστὶν ἡ Ἀγάπη
ἐν ᾗ βασιλεύει χαρὰ καὶ εἰρήνη
ἐν ᾗ βασιλεύει ἡ μακαριότης
ὁ ἔρως τοῦ Θείου καὶ ἡ εὐφροσύνη.