Σάββατο 5 Φεβρουαρίου 2022

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ τῆς ΚΥΡΙΑΚΗΣ




ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ

ΚΥΡΙΑΚΗΣ ΙΖ΄ ΜΑΤΘΑΙΟΥ

(Ματθ. ιε΄ 21-28)


   «Τῷ καιρῷ ἐκείνῳ, ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.

   καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ λέγουσα· ἐλέησόν με, Κύριε, υἱὲ Δαυΐδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.

   ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτὸν λέγοντες· ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.

   ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.

   ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι.

   ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.

   ἡ δὲ εἶπε· ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.

   τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· ὦ γύναι, μεγάλη σου ἡ πίστις! γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.»



Ἀπόδοση στὴν νεοελληνική:

   Τὸν καιρὸ ἐκεῖνο, ἀναχωρήσας ἀπὸ κεῖ Ἰησοῦς πῆγε στὰ μέρη Τύρου καὶ Σιδῶνος.

   Καὶ ἰδοὺ μία γυναῖκα Χαναναία, βγῆκε ἀπὸ τὰ ὅρια τῆς περιοχῆς ἐκείνης καὶ μὲ μεγάλη κραυγὴ τοῦ ἔλεγε: ἐλέησέ με, Κύριε υἱὲ τοῦ Δαυΐδ· κόρη μου βασανίζεται φρικτὰ ἀπὸ δαιμόνιο.

   Κιἐκεῖνος δὲν τῆς εἶπε οὔτε μιὰ λέξη σὲ ἀπάντηση. Προσῆλθαν πρὸς αὐτὸν οἱ μαθητές του καὶ τὸν παρακαλοῦσαν, λέγοντας: ἄκουσε τὴν παράκλησή της, κάμε της αὐτὸ ποὺ σοῦ ζητεῖ, κιἄφησέ την νὰ φύγει, διότι μᾶς ἀκολουθεῖ ἀπὸ κοντὰ καὶ κράζει.

   Ἐκεῖνος ἀποκρίθηκε: δὲν ἔχω σταλεῖ παρὰ μόνον γιὰ τὰ χαμένα πρόβατα τοῦ Ἰσραηλιτικοῦ λαοῦ.

   Αὐτὴ ἦλθε τότε μπροστὰ στὸν Ἰησοῦ, γονάτισε μὲ εὐλάβεια καὶ εἶπε: Κύριε, βοήθησέ με.

   Ἐκεῖνος ἀπάντησε καὶ εἶπε: δὲν εἶναι καλὸ νὰ πάρει κανεὶς τὸ ψωμὶ ἀπὸ τὰ τέκνα του καὶ νὰ τὸ ρίξει στὰ σκυλάκια.

   Κιἐκείνη εἶπε: ναί, Κύριε, (σωστὸ εἶναι αὐτόἀλλὰ καὶ τὰ σκυλάκια τρώγουν ἀπὸ τὰ ψίχουλα, ποὺ πέφτουν ἀπὸ τὸ τραπέζι τῶν κυρίων τους.

   Τότε ἀποκρίθηκε Ἰησοῦς καὶ τῆς εἶπε: γυναῖκα, μεγάλη εἶναι πίστη σου! Ἂς γίνει ὅπως ἀκριβῶς θέλεις. Καὶ θεραπεύθηκε ἡ θυγατέρα της ἀπὸ τὴν στιγμὴ ἐκείνη.