Παρασκευή 12 Μαρτίου 2021

ΕΥΧΗ Εἰς τὸ ἅγιον Πνεῦμα.




Ε Υ Χ Η

Εἰς τὸ ἅγιον Πνεῦμα.

Τοῦ νομοφύλακος Ἰωάννου Διακόνου τοῦ Εὐγενικοῦ, ἀδελφοῦ Μάρκου τοῦ Ἐφέσου.


   Παράκλητε ἀγαθέ· τὸ Πνεῦμα τὸ ἅγιον· τὸ Πνεῦμα τῆς ἀληθείας· τὸ ἐκ τοῦ Πατρὸς ἀφράστως καὶ ἀπερινοήτως ἐκπορευόμενον· τὸ συμπληρωτικὸν τῆς ἁγίας καὶ ζωαρχικῆς Τριάδος, τοῦ ἑνὸς Θεοῦ ἡμῶν· τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον· ὁ ἀληθῶς ἀληθὴς Θεὸς καὶ θεοποιός· ὁ ἁγιάζων καὶ φωτίζων καὶ ναοποιῶν σεαυτῷ τοὺς ἀξίους τῆς σῆς ὑποδοχῆς καὶ χάριτος. Ὁ συνδημιουργὸς τῷ πρώτῳ Νῷ καὶ Λόγῳ πάσης νοητῆς τε καὶ αἰσθητῆς κτίσεως. Ὁ συνευδοκήσας ἐν τῇ πρὸς ἡμᾶς ἐπιδημίᾳ καὶ σαρκώσει τοῦ συναϊδίου σου Λόγου, καὶ συναγιάσας  τὴν φύσιν ἡμῶν· καὶ μετὰ τὴν ἔνδοξον αὐτοῦ εἰς οὐρανοὺς ἀνάληψιν, κατελθὼν οὐσιωδῶς ἐπὶ τῆς γῆς· ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν· καὶ ἐν εἴδει πυρίνων γλωσσῶν ἐπιφανεὶς τοῖς ἁγίοις Ἀποστόλοις, καὶ ἐμπλήσας αὐτοὺς τῆς ἀφράστου χάριτος καὶ δυνάμεως, καὶ δι’ αὐτῶν τὴν οἰκουμένην ἅπασαν εἰς ἐπίγνωσιν τῆς ἀληθείας ὁδηγήσας.

   Αὐτός, οὐράνιε Βασιλεῦ, φιλάνθρωπε, φιλόδωρέ τε καὶ μεγαλόδωρε, εὐσυμπάθητε καὶ πολυέλεε· ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός· ἐπίβλεψον εὐμενῶς ἐξ ἱερῶν ὑψωμάτων τῆς ἁγίας δόξης σου ἐπὶ τὴν ἐμὴν ταλαιπωρίαν καὶ ταπεινότητα, ἐν τῇ παρούσῃ ἡμέρᾳ καὶ ὥρᾳ, καὶ ἐν παντὶ καιρῷ καὶ τόπῳ, ἐν ᾧ ἀναξίως ἐπικέκλημαι τὸ σὸν πανάγιον καὶ προσκυνητὸν ὄνομα· καὶ μὴ βδελύξῃ με, φιλάγαθε, διὰ τὰς ἀπὸ βρέφους μέχρι τοῦ νῦν ἀτόπους πράξεις καὶ ἀλογίας καὶ ἁμαρτίας μου. Ἀλλ’ ὡς συνήργησας πάλαι τῷ Μανασσῇ καὶ τῷ Δαβὶδ πρὸς μετάνοιαν· ὡς τῷ εὐγνώμονι Λῃστῇ ἐπὶ σταυροῦ· ὡς τῇ Πόρνῃ πρὸς ἐπιστροφὴν ἀγαθήν· ὡς ἐνέπνευσας τοῖς ἁγίοις Προφήταις καὶ θεολόγοις, καὶ ἐλάλησας δι’ αὐτῶν· ὡς καὶ νῦν, καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος, πᾶσι τοῖς βουλομένοις πρὸς ἀρετὴν καὶ θεῖον φόβον ἐπικουρεῖς· οὕτω κἀμοὶ τῷ ἁμαρτωλῷ βοήθησον, ἐπὶ τὴν σὴν ἱλαρότητα καὶ τὴν χάριν προστρέχοντι.

   Ἀνάγαγέ με τοῦ βυθοῦ τῆς ματαιότητος καὶ τῆς ἀβύσσου, τῆς ἀγνοίας καὶ τῆς πωρώσεως, ὁ ἐλευθερώσας τὸν κόσμον ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ. Ἁγίασόν με τῇ ζωοποιῷ δυνάμει σου, ἡ ἁγιαστικὴ φύσις, τὸ προαιώνιον φῶς, παρ’ οὗ πᾶσα ἐπὶ τὴν κτίσιν ἡ τῶν ἀγαθῶν χορηγία πηγάζεται· φλέξον μου τὸν ἄμετρον συρφετὸν τῶν παραπτωμάτων, ὁ συμφλέξας τὰς μηχανὰς τοῦ ἀποστάτου δράκοντος, τῷ πυρὶ τῆς ἀΰλου σου Θεότητος. Σύντριψον τὴν κεφαλὴν αὐτοῦ ὑπὸ τοὺς πόδας μου ἐν εἰρήνῃ· ὅπλοις φωτὸς περιστοίχισον· θυρεῷ πίστεως περιφρούρησον· θώρακι δικαιοσύνης περιχαράκωσον· ρήματι Θεοῦ τὸ στόμα μου καθαγίασον· Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου, καὶ Πνεύματι ἡγεμονικῷ τὸ τῆς ἐμῆς διανοίας ὀλισθηρὸν στήριξον· στέψον με νοητῶς, αἰωνίῳ στεφάνῳ δόξης καὶ τιμῆς τῆς παρὰ σοί· τῷ χορῷ τῶν ἱερῶν ἀρετῶν με καταγλάϊσον, ὁ συνέχων πᾶσαν τὴν δύναμιν τῶν οὐρανῶν· δόξασόν με, Παράκλητε ἀγαθέ, τοῖς σοῖς ποικίλοις χαρίσμασι· δώρησαί μοι Πνεῦμα σοφίας, συνέσεως, βουλῆς, ἰσχύος, γνώσεως, εὐσεβείας, φόβου Θεοῦ· θρέψον με τοῖς ἁγίοις σου καρποῖς, ὁ ἐμπιπλῶν πᾶν ζῶον εὐδοκίας καὶ χάριτος· ἐγκρατείᾳ καὶ ἀπαθείᾳ τὴν ἐμὴν ζωὴν ἐξασφάλισον· πρᾳότητος ἱλαρότητι, τὴν καρδίαν ἀγάθυνον· πίστεως στερρότητι τὴν οἰκίαν τῆς ψυχῆς οἰκοδόμησον· ἀγαθωσύνης γαλήνῃ τοὺς λογισμοὺς συντήρησον· χρηστότητος συμπαθείᾳ τὴν ἀγνώμονά μου προαίρεσιν μάλαξον· μακροθυμίας ἀνοχῇ τὴν ραθυμίαν μου διόρθωσον· εἰρήνην γλυκεῖαν, ταῖς δυνάμεσι τῆς ἐμῆς ψυχῆς δώρησαι· χαρᾷ τελείᾳ τὴν ἐξ ἁμαρτίας μου λύπην ἀφάνισον· καὶ διὰ τῆς εἰς τὸν πλησίον καθαρᾶς ἀγάπης, πρὸς τὴν σὴν ἀγάπην με τελείωσον.

   Σύ, Παράκλητε ἀγαθέ, τὸν νοῦν μου σκοτισθέντα τῷ ζόφῳ τῶν παθῶν, τῇ αἴγλῃ τῆς σῆς σωτηριώδους δυνάμεως φώτισον· τὸν λόγον ὑπαχθέντα ἀλογίᾳ συνέτισον, καὶ κατακρατεῖν τῶν ἀλόγων ὀρέξεων παρασκεύασον, καὶ εἰς ὁδὸν εὐθεῖαν τοῦ ἁγίου σου θελήματος ὁδήγησον. Τὸ πνεῦμα μου ἐκλεῖπον τῇ ψύξει τῆς ραθυμίας, καὶ νεκρωθὲν τῷ κρυμῷ τῆς ἁμαρτίας, τῇ ζωογόνῳ σου χάριτι θέρμανον· τὸν θυμὸν τρέψον κατὰ μόνης τῆς ἁμαρτίας καὶ τοῦ ὀλοθρευτοῦ ὄφεως· τὴν ἐπιθυμίαν, πρὸς σὲ μόνον τῶν ἐφετῶν τὸ ἀκρότατον, τὸ λογικόν, οἰκονομεῖν πάντα καὶ διευθετεῖν κατὰ τὸ σὸν πανάγιον θέλημα· καὶ ἐν πνεύματι καὶ ἀληθείᾳ με προσκυνεῖν σε τὸν Παράκλητον Θεόν, καὶ σοὶ λατρεύειν, σὲ δοξολογεῖν, σὲ ὑμνεῖν, σοὶ εὐχαριστεῖν ἐν παντὶ καταξίωσον, ὁ διὰ παντὸς εἰς αἰῶνας ὑπὸ τῶν ἁγίων ἀσωμάτων Δυνάμεων ἐν τοῖς ὑψίστοις δοξολογούμενος.

   Σύ, Παράκλητε ἀγαθέ, Θεὲ ὑπεράγαθε, ὁ τελεσιουργὸς τῶν ἁγίων μυστηρίων τῆς Ἐκκλησίας· διὰ σοῦ ἀνεγεννήθην καὶ ἀνεπλάσθην, καὶ ἀνεμορφώθην καὶ ᾠκειώθην Θεῷ· διὰ σοῦ βασιλικῷ χρίσματι ἐσημειώθην καὶ ἐσφραγίσθην ἐν μερίδι Θεοῦ, καὶ δωρεᾷ τῆς σῆς χάριτος· διὰ σοῦ τῆς ἀθανάτου τραπέζης τῶν ζωοποιῶν μυστηρίων ἠξιώθην, καὶ σύμμορφος γίνομαι Χριστοῦ καὶ Θεὸς κατὰ χάριν. Σὺ τῆς Ἱερωσύνης αὐτουργός, τοῖς ὑπὸ ζυγὸν εἰς σωφροσύνην συνεργός, ταῖς παρθένοις τῆς ἁγνείας χορηγός, τοῖς ἐκδημοῦσι τοῦ βίου πρὸς μετάνοιαν ὁδηγός· σύ μοι βοήθησον κινδυνεύοντι, συμμάχησον τῇ ἀφάτῳ δυνάμει σου, Παντοδύναμε· ἀντιλαβοῦ τῆς ἀσθενείας μου καὶ φεῖσαι τῆς ἀμελείας καὶ ραθυμίας μου. Μὴ ἐάσῃς με παίγνιον κεῖσθαι τοῖς ψυχοφθόροις δαίμοσι· μὴ ἐγκαταλίπῃς με αἰχμάλωτον τοῖς αἰσχίστοις πάθεσιν. Ἀλλὰ δός, εὐσυμπάθητε, μέχρι τελευταίας ἀναπνοῆς, ἐν ἁγνείᾳ καὶ προσοχῇ καὶ θείῳ φόβῳ, τὸ τέλος τοῦ παρόντος βίου διανύσαντι, καὶ τὰς ἀπαρχὰς τῆς μελλούσης ἀϊδίου ζωῆς καὶ τρυφῆς, ἐντεῦθεν καθαρῶς πληροφορηθέντι, τῶν οὐρανίων ἀγαθῶν ἐπιτυχεῖν· καὶ σὲ τὸν δεδοξασμένον Παράκλητον Θεὸν δοξάζειν, καὶ εὐχαριστεῖν, καὶ προσκυνεῖν σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ, Συνερανισθὲν ὑπὸ ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου», Βόλος 1980, σελ. 35-37.