Παρασκευή 26 Μαρτίου 2021

ΕΥΧΗ Ἱκετήριος εἰς τὴν ἁγίαν Τριάδα.




Ε Υ Χ Η

Ἱκετήριος εἰς τὴν ἁγίαν Τριάδα.


   πανσθενὴς καὶ ζωοποιὸς ἁγία Τριάς, καὶ ἀρχίφωτος· ἡ τὴν ἐγκόσμιον ἅπασαν καὶ ὑπερκόσμιον κτίσιν διὰ μόνην ἀγαθότητα ἐξ οὐκ ὄντων παραγαγοῦσα, καὶ προμηθουμένη, καὶ συνέχουσα· ἡ μετὰ τῶν λοιπῶν σου ἀνεκφράστων περὶ τὸ βρότειον γένος εὐεργεσιῶν, καὶ τὴν μετάνοιαν διὰ τὸ τῆς σαρκὸς ἀσθενές, ἕως θανάτου χαρισμένη· μὴ ἐάσῃς με τὸν δείλαιον ταῖς πονηραῖς πράξεσί μου συναποθανεῖν· μηδὲ τῷ ἀρχεκάκῳ καὶ φθονερῷ λυμεῶνι ἐπίχαρμα χρηματίσαι. Ὁρᾷς γάρ, εὔσπλαγχνε, ὅση μὲν ἡ ἐκείνου καθ’ ἡμῶν ἐπιβουλὴ καὶ δυσμένεια, ὅση δὲ ἡ ἐμὴ ταλαιπωρία καὶ χαύνωσις καὶ ἀμέλεια, ἀλλὰ τῇ ἀσυγκρίτῳ χρηστότητί σου χρῆσαι δέομαι, ἐπ’ ἐμὲ τὸν καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν σὲ παροργίζοντα, τῇ τῶν σεπτῶν σου καὶ ζωηρῶν ἐντολῶν παραβάσει.

   Καὶ πάντα μὲν τὰ διὰ πάσης μου τῆς ζωῆς, καὶ μέχρι τῆς παρούσης ὥρας πλημμεληθέντα μοι, ἐν πράξεσιν ἢ ρήμασιν ἢ διανοήμασιν, ἄφες καὶ συγχώρησον· ἀξίωσον δὲ τὸ ἑξῆς με διανῦσαι τοῦ βίου ἐν μετανοίᾳ καὶ κατανύξει, καὶ τηρήσει τῶν ἁγίων σου προσταγμάτων. Εἴτε οὖν ἡδονῇ δελεασθεὶς πολυτρόπως ἡμάρτηκα· εἴτε κοσμικαῖς ἐπιθυμίαις, ἀνοήτοις καὶ βλαβεραῖς ἐξαπατηθείς, ἐνδιέτριψα· εἴτε ὀργῇ καὶ θυμῷ κινηθεὶς ἀλόγῳ, τινὰ τῶν ἀδελφῶν μου λελύπηκα· εἴτε ταῖς διὰ τῆς γλώττης ἀφύκτοις καὶ ποικίλαις καὶ ἰσχυραῖς παγίσιν ἑάλων· εἴτε διά τινος τῶν αἰσθήσεών μου, ἢ καὶ διὰ πασῶν ἑκὼν ἢ ἄκων, εἰδὼς ἢ ἀγνοῶν, ἐκ συναρπαγῆς ἢ καὶ μελέτης, ἀφρόνως ὠλίσθησα. Εἴτε δὲ πονηροῖς διαλογισμοῖς καὶ ματαίοις τὸ συνειδὸς κατεμόλυνα· εἴτε τινὶ τρόπῳ ἑτέρῳ ἐξήμαρτον, ὑπὸ προλήψεως καὶ συνηθείας τυραννούμενος φαύλης· σύγγνωθί μοι καὶ ἄφες ἅπαντα, Πανοικτίρμον καὶ ὑπεράγαθε· καὶ χάρισαί μοι τοῦ λοιποῦ προθυμίαν καὶ δύναμιν, εἰς τὸ ποιῆσαι τὸ θέλημά σου τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον· ἵνα τῆς νυκτερινῆς καὶ ζοφερᾶς κακίας, διὰ φωτοειδοῦς μετανοίας ἀπαλλαγείς, καὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσας, κεκαθαρμένος ἐποφθῶ τῇ φιλανθρωπίᾳ σου ὁ ἀνάξιος· ἀνυμνῶν σε καὶ μεγαλύνων εἰς τοὺς αἰῶνας. Ἀμήν.


* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ, Συνερανισθὲν ὑπὸ ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου», Βόλος 1980, σελ. 39.