Παρασκευή 19 Μαρτίου 2021

ΕΥΧΗ Εἰς τὴν Ὑπεραγίαν Θεοτόκον.




Ε Υ Χ Η

Εἰς τὴν Ὑπεραγίαν Θεοτόκον.

Φιλοθέου τοῦ ἁγιωτάτου Πατριάρχου Κωνσταντινουπόλεως. Ἀναγινωσκομένη ἐν τῷ καιρῷ μάλιστα τῆς μεταλήψεως τῶν θείων μυστηρίων.*


   χραντε ὡς ἀληθῶς, καὶ ὑπέραγνε Παρθένε καὶ Θεοτόκε· τὸ φρικτὸν μὲν Ἀγγέλοις, τοῖς βροτοῖς δὲ ἀνερμήνευτον θαῦμα, μᾶλλον δὲ κἀκείνοις καὶ τούτοις, φρικῶδες ὄντως καὶ ἀκατάληπτον, ἡ ἀπαρχὴ τοῦ γένους ἡμῶν, τὸ τῆς Θεότητος ὑπέραγνον δοχεῖον, τὸ ἐργαστήριον τῆς σωτηρίας ἡμῶν, ἡ τὸν ἕνα τῆς Τριάδος, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τέλειον Θεὸν ὄντα καὶ τέλειον ἄνθρωπον, ὑπὲρ πάντα νοῦν καὶ λόγον δι’ ἄκραν ἀγαθότητα προαγαγοῦσα ἡμῖν· ὅπως τῷ ἀνθρωπίνῳ φυράματι τοῦ παλαιοῦ πτώματος, τὴν φύσιν ἡμῶν ἀνασώσηται, καὶ πρὸς τὸ ἀρχαῖον αὖθις, ἐπαναγάγῃ ἀξίωμα. Ἡ ἐπανόρθωσις τῶν καταπιπτόντων, καὶ μετὰ τὴν σωτήριον ταύτην τοῦ Θεοῦ λόγου οἰκονομίαν, ἡ καὶ ἐμὲ τὸν πάσης ἀντιλήψεως καὶ προνοίας ἀνάξιον, ὡς αὐθαιρέτῳ γνώμῃ διαπαντὸς ἁμαρτάνοντα, ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι, ὑπερβολῇ προμηθείας πλείστων ὅσων ρυομένη κινδύνων.

   Ἔπιδε καὶ νῦν ἐπὶ τὴν ἐμὴν ἀθλιότητα, καὶ συνήθως ἐπίσκεψαι· συνέχομαι γάρ, καὶ οὐκ ἔχω τί γένωμαι· ἂν πρὸς τὸ πλῆθος ἀπίδω τῶν ἀμετρήτων μου κακῶν, πόρρω τῶν φρικτῶν μυστηρίων ἐμαυτὸν συνορῶ καὶ ὅλως ἀνάξιον· ἂν τούτοις ἐπιπολὺ μὴ προσέλθω, ὡς εἰς κρῖμα μεταληψόμενος, ὑποχείριος ὅλος τῷ ἐχθρῷ γίνομαι. Δι’ ὃ τῷ πελάγει τῶν ἀνεξιχνιάστων οἰκτιρμῶν τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, τὸ ἄπειρον πλῆθος τῶν ἐμῶν ἀνομιῶν ἐπιρρίψας, καὶ σὲ κραταιὰν προβαλλόμενος μεσῖτιν, θαρρήσας ἤδη προσέρχομαι· χρῆσαι οὖν τῇ μητρικῇ σου παρρησίᾳ πρὸς αὐτόν, πανάχραντε Δέσποινα, καὶ ἵλεών μοι τοῦτον ἀπέργασαι, δέομαι.

   Ναί, πρόστηθί μοι, Πάναγνε, καὶ μή με βδελύξῃ, τὸν πολλαῖς ἁμαρτίαις συσχεθέντα· τὸν καὶ πράξεσι, καὶ λόγοις, καὶ διανοίαις κινήμασι, καὶ μυρίοις ἐπιτηδεύμασί τε καὶ σχήμασι, καὶ περιπεποιημέναις δαιμονιώδεσιν ὑποκρίσεσι, διὰ πασῶν τῶν αἰσθήσεων ἐμαυτὸν καταχράναντα· φάνηθί μοι συνεργὸς κἂν τῇ ὥρᾳ ταύτῃ, καὶ δυσώπησον τὸν εὐδιάλλακτον καὶ ἀνεξίκακον Κύριον, ἵνα μή, ἀπωσάμενος τῆς αὑτοῦ με χάριτος κενὸν ἀποδείξῃ· ἀλλὰ τὰ πολλά μου παριδὼν πταίσματα, διὰ τῆς ἁγίας αὐτοῦ σαρκὸς καὶ τοῦ τιμίου καὶ ζωοποιοῦ αἵματος ἁγιάσῃ, φωτίσῃ, σώσῃ καὶ υἱὸν φωτὸς ἀπεργάσηται· πρὸς μὲν τὰς ἁγίας αὑτοῦ ἐντολὰς πορευόμενον καὶ κατευθυνόμενον, πρὸς δὲ τὴν ἁμαρτίαν, μὴ καὶ αὖθις ἐπιστρέφοντα καὶ καταρρυπούμενον. Ὅπως ἀκατακρίτως ἐν μετοχῇ τῆς ἀκηράτου καὶ φρικτῆς δωρεᾶς γενόμενος καὶ τῆς μελλούσης, καὶ τελεωτέρους τοὺς ἀρραβῶνας ἐντεῦθεν δεχόμενος· ἀπαλλαγείην μὲν τῶν αἰωνίων κολάσεων, τύχοιμι δὲ τῆς αἰωνίου ζωῆς, διὰ σοῦ τῆς βεβαίας ἐλπίδος μου καὶ προστάτιδος· δοξάζων καὶ μεγαλύνων Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα, τὴν παναγίαν καὶ μακαρίαν Τριάδα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ, Συνερανισθὲν ὑπὸ ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου», Βόλος 1980, σελ. 44,45.