Παρασκευή 8 Ιανουαρίου 2021

ΕΥΧΗ Εἰς τὴν ὑπεραγίαν Θεοτόκον.





Ε Υ Χ Η

Εἰς τὴν ὑπεραγίαν Θεοτόκον.

Τοῦ νομοφύλακος Ἰωάννου Διακόνου τοῦ Εὐγενικοῦ, ἀδελφοῦ Μάρκου τοῦ Ἐφέσου.*


   Θεομῆτορ ὑπέραγνε. Ταύτης γὰρ τῆς προσηγορίας, οὐκ ἔχω σοι κρείττω καὶ ἐξαίρετον καὶ θειοτέραν εὑρεῖν καὶ προσενεγκεῖν. Θεομῆτορ ἀειπάρθενε, ἁγνὴ καὶ πάναγνε καὶ ὑπέραγνε καὶ νοῦν καὶ λόγον καὶ πνεῦμα καὶ σῶμα. Ἡ τὸν καθαρὸν καὶ ὑπέραγνον Λόγον καὶ Θεόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐκ τῶν σῶν ὑπεράγνων αἱμάτων, ἄϋλον ὄντα καὶ ἀσώματον σωματώσασα, καὶ ἀληθῶς ἀνθρωπίνην σάρκα τούτῳ δανείσασα, καὶ φρικτῶς καὶ ὑπὲρ λόγον τῷ περιόντι τῆς ἀρετῆς, οἰκητήριον σεαυτὴν παρασκευάσασα τοῦ δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν, κλῖναι τοὺς οὐρανοὺς καὶ συγκαταβῆναι πρὸς τὴν ἡμῶν ταλαιπωρίαν εὐδοκήσαντος, Θεοτόκε παναμώμητε· ἡ καθαρωτάτη καὶ ἄσπιλος, καὶ τὸν τρόπον καὶ βίον καὶ λόγον· καὶ πάσης καθαρᾶς κτίσεως, νοερᾶς τε καὶ αἰσθητῆς ἁγνοτέρα, Θεοτόκε πανάχραντε, Θεοτόκε πανύμνητε, κυριώνυμε, πολυώνυμε καὶ μεγαλώνυμε· ὅλη πεφωτισμένη, ὅλη ἡγιασμένη, ὅλη κεχαριτωμένη. Ἀνύμφευτε νύμφη καὶ μητρόθεε Κόρη· πλατυτέρα τῶν οὐρανῶν· λαμπροτέρα τοῦ ἡλίου· τιμιωτέρα τῶν ὅλων κτισμάτων· ἁγιωτέρα τῶν Χερουβίμ· ἐνδοξοτέρα τῶν Σεραφίμ· Δέσποινα τῶν Ἀγγέλων· Κυρία τοῦ κόσμου. Ἀγαθὴ καὶ πανάγαθε, καὶ τοῦ μόνου ἀγαθοῦ καὶ ὑπεραγάθου Θεοῦ δοχεῖον ὑπεράγαθον. Πρόσδεξαι, ὡς εὐσυμπάθητος, εὐμενῶς τὴν κατὰ δύναμιν μικρὰν καὶ ταπεινὴν εὐχαριστίαν· ἡ ὑπὸ πάσης κτίσεως διαπαντὸς προσκυνουμένη καὶ κατὰ πάντων ἔχουσα τὴν ἐξουσίαν. Πρόσδεξαι προσηνῶς δουλικὴν ἱκεσίαν, ἡ ὡς συγγενὴς τοῖς ἀνθρώποις, τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως ἀκριβῶς γινώσκουσα καὶ φιλανθρωπευομένη πᾶσι, προνοουμένη τε καὶ ἐπισκεπτομένη συμπαθέστατε. Ἐπάκουσόν μου, γλυκυτάτη Δέσποινά μου, Ὑπεραγία Θεοτόκε, θεοκόσμητε καὶ θεοχαρίτωτε· ἡ φύσει τὸ πρᾷον θεομιμήτως καὶ ἱλαρὸν καὶ εὐμενὲς καὶ ἥμερον ἔχουσα· ἡ ἐκ δεξιῶν ἀεὶ τοῦ πράου καὶ ἀγαθοῦ Θεοῦ, λαμπρῶς παρισταμένη Βασίλισσα· ἡ ἐν ἱματισμῷ διαχρύσῳ τῶν ἱερῶν ἀρετῶν καὶ ποικίλοις χαρίσμασι τοῦ ἁγίου Πνεύματος κεκοσμημένη· ἡ πάντων κυριεύουσα, καὶ πανταχοῦ φθάνουσα, καὶ πάντα δυναμένη, ὡς τοῦ παντοδυνάμου Θεοῦ Μήτηρ· καὶ πάντας τοὺς ἐν ἀνάγκαις παραμυθουμένη, καὶ τῶν πειρασμῶν ἐλευθεροῦσα, καὶ τὰς θλίψεις ἐπικουφίζουσα.

   Ἐλάφρυνον δέομαι κἀμοῦ τοῦ ἁμαρτωλοῦ καὶ οἰκτροῦ δούλου σου, τὸ βαρὺ τῶν ἁμαρτιῶν φορτίον, διὸ καὶ οἱ βιωτικοὶ πειρασμοὶ ἐπέρχονται· καὶ τὰς ἀνομίας μου πάσας τῇ ροῇ τῶν ἐμῶν δακρύων ἀπόπλυνον. Ἡ τὸν ἀμνὸν τοῦ Θεοῦ τέξασα, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου· ἆρον τὴν πώρωσιν τῆς φιλαμαρτήμονός μου γνώμης, δὸς τῇ ψυχῇ μου κατάνυξιν καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων καὶ πένθος χαροποιόν.

   Ἀπάλλαξόν με Δέσποινά μου, Ὑπεραγία Θεοτόκε, τῶν σκανδάλων τοῦ πονηροῦ καὶ τῶν ἀφορήτων κοσμικῶν πειρασμῶν, οἷς ἐξ ἁπαλῶν ὀνύχων περιέπεσον. Καὶ τὴν καρδίαν μου, μυρίαις λύπαις ἀεί, καὶ θλίψεσι καὶ συμφοραῖς συνεχομένην, παραμύθησαι καὶ θεράπευσον, ἡ γλυκεῖα παραμυθία τοῦ κόσμου, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ βοήθεια τῶν ἀβοηθήτων. Καὶ τὸν τοῦ Θεοῦ φόβον, καὶ τὴν ἀγάπην αὐτοῦ ἐνοικίζουσα, καὶ πάσης περιστάσεως καὶ ἀθυμίας αὐτὴν ἀπαλλάττουσα, τῷ πλουσίῳ ἐλέει σου καταγλύκανον.

   Ἕως πότε, Δέσποινά μου πανάγαθε, βοῶ καὶ ἐγκαταλιμπάνομαι; κράζω καὶ οὐκ εἰσακούομαι; Ἀλλὰ δικαίως παρορῶμαι, Θεομῆτορ πανάχραντε· ὅτι ἐκ τῆς πρὸς τὰ φαῦλα ροπῆς καὶ ἕξεως, τῷ ἀρχεκάκῳ ἐχθρῷ διαπαντὸς ἡττώμενος, ὑποχείριος γίνομαι· στῆσον οὖν ταῖς πρεσβείαις σου, τὴν κατ᾿ ἐμοῦ μανίαν τοῦ ἐχθροῦ, θραῦσον τῇ δυνάμει σου τὰς ἐναντίας αὐτοῦ μηχανάς. Γαλήνην καὶ εἰρήνην καὶ φῶς, ἀπὸ ζάλης καὶ τρικυμίας καὶ σκότους μοι μεταποίησον· πανταχοῦ μοι παροῦσα καὶ πάντοτε φυλάττουσα, καὶ ἅπαν μου διανόημα, καὶ λόγον καὶ πρᾶξιν πρὸς τὸ δέον ἰθύνουσα, ὅλον με ἁγιάζουσα καὶ φωτίζουσα, καὶ πάντα μου πρὸς ἀρετὴν ὁδηγοῦσα, καὶ τὸ ἀγαθὸν καὶ πανάγιον θέλημα τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ μου, τηρεῖν καὶ ποιεῖν προθύμως ἐνάγουσα, καὶ πρὸς ἐκπλήρωσιν τῶν αὐτοῦ ζωηρῶν ἐντολῶν, ἐνισχύουσα τὴν ράθυμόν μου προαίρεσιν· ἵνα, σωθείς, Δέσποινά μου Θεογεννήτρια, καὶ τῆς οὐρανῶν βασιλείας διὰ σοῦ ἀξιωθείς, δοξάζω σὲ τὴν δεδοξασμένην καὶ ὑπερευλογημένην, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ, Συνερανισθὲν ὑπὸ ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου», Βόλος 1980, σελ. 22-24.