Παρασκευή 15 Ιανουαρίου 2021

ΕΥΧΗ Κατανυκτικὴ εἰς τὴν ἁγίαν Τριάδα.




Ε Υ Χ Η

Κατανυκτικὴ εἰς τὴν ἁγίαν Τριάδα.

 

   ἐν Μονάδι φύσεως τρισσοφαὴς Θεός· ὁ ἐκ τοῦ μὴ ὄντος παραγαγὼν τὰ σύμπαντα, καὶ εὐταξίᾳ καὶ συμμετρίᾳ ταῦτα διακοσμήσας, καὶ τῷ ἡλιακῷ φωστῆρι καταυγάσας καὶ διαπλάσας ἡμᾶς κατ᾿ εἰκόνα σὴν καὶ ὁμοίωσιν· αὐτὸς ὑπεράγαθε Θεέ, λάμπρυνον τοὺς ὀφθαλμοὺς ἡμῶν· τὰς ἀκοὰς κάθαρον, τὰς λοιπὰς αἰσθήσεις ἀνάρρωσον, διασκέδασον πᾶσαν ἀχλὺν ἀμαθείας· φώτισον τὸν νοῦν ἡμῶν τοῖς νεύμασί σου, ὁδήγησον ἡμᾶς ταῖς λαμπηδόσι τῆς θείας σου ἐπιπνοίας, πρὸς διάκρισιν ἀληθοῦς τε καὶ ψεύδους, πρὸς ἀποδοχὴν τῶν ἀγαθῶν, πρὸς φυγὴν τῶν φαύλων, πρὸς ἀποδοκιμασίαν τῶν ἐπιβλαβῶν, πρὸς αἵρεσιν τῶν ἐπωφελῶν· ὅτι δίχα τῆς θείας σου φωταγωγίας, πάντως τυφλώττοντες, οὐκ ἔχομεν διακρῖναι, οὔτε ἐν τοῖς στοχασμοῖς τἀληθές, οὔτε ἐν ταῖς πράξεσι τὸ καλόν, οὔτε ἐν τοῖς αἱρετοῖς τὸ λυσιτελές· ἀλλὰ τοῖς τῶν πραγμάτων προσχήμασιν ἀπατώμενοι, μυριάκις πλημμελοῦμεν.

   Ἔγειρον τὸν μὲν νοῦν πρὸς κατάληψιν τῶν ἀναγκαίων· τὴν δὲ γλῶτταν πρὸς ὑπαγόρευσιν τῶν χρησίμων, κατεύνασον τὰς ὁρμὰς τῶν παθῶν, τὰς καταθολούσας τὸν ἡμέτερον νοῦν, χαλίνωσον τὸ θυμοειδές, καὶ τὸ παρ᾿ αὐτοῦ φιλόνεικον παῦσον, καὶ τὸ μνησίκακον ἄνελε, μετατρέπων αὐτὰ πρὸς θεῖον ζῆλον καὶ θεοσεβῆ τῆς πίστεως ζέσιν καὶ πραότητα καὶ ἀνεξικακίαν. Κατάστειλον τὸ ἐπιθυμητικὸν καὶ τὸ παρ᾿ αὐτοῦ φιλόϋλον καὶ φιλοκερδὲς ἀναχαίτισον· μεταβάλλων αὐτὰ εἰς περιποίησιν ἀρετῆς καὶ ἀγάπην τοῦ πλησίον, εἰς ἔρωτα χριστιανικῆς προκοπῆς καὶ ἐπιδόσεως, καὶ εἰς ἔφεσιν τῶν αἰωνίων ἀγαθῶν. Κύριε τῇ τῶν ἀρετῶν μετριότητι διακόσμησον τὰ ἡμέτερα, κράτυνον ἀνδρείᾳ καὶ ρώμῃ τὸ ἀσθενὲς ἡμῶν, σβέσον τὰς τῆς σαρκὸς ὀρέξεις, καὶ πάσης ἀκρασίας καὶ ἀσωτίας ἡμᾶς ἀπάλλαξον, σωφροσύνην ἡμῖν καὶ σεμνότητα δωρούμενος· χάρισαι ἡμῖν τὴν στάθμην τῆς δικαιοσύνης, τὴν ἑκάστῳ τὸ δίκαιον ἀπονέμουσαν, στήριξον τὴν ἡμετέραν φρόνησιν ἐν μονιμότητι τῶν ὀρθῶς κρινομένων.

   Φύλαξον ἡμᾶς Κύριε, ἀπὸ ἐπιβουλῆς, ἀπὸ αἰφνιδίου λύμης καὶ πτώσεως, ἀπὸ συκοφαντίας πονηρῶν, ἀπὸ ὀργῆς τυράννων, ἀπὸ διαβολικῶν πειρασμῶν καὶ ἀπὸ παντὸς ἀνιαροῦ φρούρησον ἡμᾶς, ὅπως κατὰ τὰς ἐντολάς σου τὸν δρόμον τῆς παρούσης ζωῆς θεαρέστως διανύσαντες, τὸ δωρηθὲν ἡμῖν τάλαντον ἀκιβδήλως φυλάξωμεν, καὶ διὰ τὰς ἀπείρους εὐσπλαγχνίας καὶ ἀμέτρους σου συμπαθείας, ἄξιοι γενώμεθα τῆς θείας σου χάριτος καὶ τῆς ἀϊδίου σου μακαριότητος, ἀνυμνοῦντες ἀκαταπαύστως, σὲ τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ Πνεῦμα τὸ ἅγιον, τὸν ἕνα Θεὸν ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ», Βόλος 1980, σελ. 25,26.