- Ἀντώνιε, σεαυτῷ πρόσεχε…
Ὁ
Ἀββᾶς Ἀντώνιος, ἀτενίσας πρὸς τὸ βάθος τῶν τοῦ Θεοῦ κριμάτων, ἤτησε λέγων·
- Κύριε, πῶς τινες ὀλιγόβιοι ἀποθνήσκουσι τινὲς δὲ ὑπεργηρῶσι; Καὶ διατί, τινὲς μὲν πένονται, ἄλλοι δὲ πλουτοῦσι; καὶ πῶς ἄδικοι μὲν πλουτοῦσι, δίκαιοι δὲ πένονται;
ἦλθε δὲ αὐτῷ φωνὴ λέγουσα·
- Ἀντώνιε, σεαυτῷ πρόσεχε· ταῦτα γὰρ κρίματα
Θεοῦ εἰσι, καὶ οὐ συμφέρει σοι αὐτὰ
μαθεῖν.
(Βλ. «ΕΥΕΡΓΕΤΙΝΟΣ», τ. Δ΄,
ὑπ. ΙΖ΄, & Π.Πάσχου «ΤΟ ΓΕΡΟΝΤΙΚΟΝ», σελ. 1α-1β, κ. ἀ.)