Παρασκευή 29 Ιανουαρίου 2021

ΕΥΧΗ Ἐξομολογητικὴ εἰς τὸν φιλάνθρωπον Θεὸν καὶ Πατέρα.




Ε Υ Χ Η

Ἐξομολογητικὴ εἰς τὸν φιλάνθρωπον Θεὸν καὶ Πατέρα.¹

Νικηφόρου Καλλίστου τοῦ Ξανθοπούλου.


   ξομολογοῦμαί σοι Πάτερ, Κύριε, Ποιητὰ οὐρανοῦ καὶ γῆς, εὔσπλαγχνε, μακρόθυμε, φιλάνθρωπε, ὑπεράγαθε, ἀνεξίκακε, πολυέλεε, φιλάγαθε, εὐσυμπάθητε, οἰκτίρμον καὶ ἐλεῆμον Θεέ. Σὺ οἶδας, σὺ γινώσκεις τὴν ἡμετέραν ἀσθένειαν, καὶ μᾶλλον ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι εἰμὶ ὅλος ρύπος καὶ μίασμα, παραβαίνων καθ᾿ ἡμέραν καὶ ὥραν τὰς ἁγίας σου ἐντολὰς καὶ τὰ θεῖα σου παραγγέλματα. Καὶ πρὸ τοῦ ἀδεκάστου καὶ φοβεροῦ σου βήματος, τὸ συνειδός με ἐλέγχει ὅτι οὐκ ἔστιν ἁμαρτία, ἣν οὐκ ἐποίησα, ἐν λόγῳ, ἐν πράξει, ἐν διανοίας μελέτῃ, ἐν περιέργῳ θεωρίᾳ, διὰ πασῶν μου τῶν αἰσθήσεων. Καὶ ἁπλῶς εἰπεῖν, τὸν ὅλον μου βίον κατεδαπάνησα, αἰσχρῶς καὶ ἀσώτως διάγων. Τί γάρ ἐστι τῶν ἐν βίῳ δεινῶν, ὃ διὰ πάντων οὐκ ἔπραξα τῶν μελῶν;

   Ὤ, τῆς σῆς εὐσπλαγχνίας καὶ ἀγαθότητος, καὶ τῆς ἐμῆς ἀγνωμοσύνης καὶ ἀθλιότητος! Σὺ γάρ με ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πανσόφως πεποίηκας καὶ πᾶσαν τὴν κτίσιν ταύτην τὴν περικαλλῆ καὶ παναρμόνιον καθυπετάξω μοι, Πανάγαθε, καὶ τῇ σῇ σεβασμίᾳ εἰκόνι καὶ ὁμοιώσει με τετίμηκας· ἐγὼ δὲ ἀγνώμων περὶ τὸν εὐεργέτην φανείς, ὁ ἄνους καὶ ἀφρονέστατος, ὑπὲρ τὸ μέτρον τὰ φιλάνθρωπα σπλάγχνα σου παρελύπησα. Ἀλλ᾿ ἐπεὶ ἄπειρόν σου τὸ ἔλεος καὶ ἡ ἀγαθότης ἀνεξιχνίαστος καὶ ἡ πρὸς τοὺς ἁμαρτωλοὺς ἀνοχή, καὶ μακροθυμία ἀνείκαστος, ὥσπερ ἠνέσχου μου μέχρι τῆς σήμερον, οὕτω καὶ ἕως τέλους μή με ἀπώσῃ, μηδὲ βδελύξῃ με.

   Σὺ γὰρ εἶ ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν τῶν πεπραγμένων ἐλθεῖν, δι᾿ οὓς καὶ ὁ μονογενής σου Υἱός, ὁ Κύριος ἡμῶν καὶ Θεός, δι᾿ ἄφατον ἔλεος εὐδοκίας σου, κλίνας τοὺς οὐρανοὺς καταβέβηκε καὶ παρθενικὴν ὑπέδυ νηδύν, καὶ ράπισμα κατεδέξατο καὶ σταυρὸν ἤνεγκε καὶ ταφῆς ἠνέσχετο. Ἐγὼ τοίνυν ὑπὲρ ἅπαντας ἥμαρτον καὶ πάντας ὑπερέβην ταῖς ἀνομίαις, δι᾿ ἐμὲ οὖν τὸ πλέον γεγένηται. Ὅθεν καὶ ἐν ἐμοὶ γενέσθω σου τὸ ἔλεος θαυμαστόν, ὑπὲρ γὰρ ἁμαρτωλῶν ἡ εὐδοκία σου καὶ ἡ οἰκονομία καὶ ἄρρητος τοῦ μονογενοῦς σου Υἱοῦ συγκατάβασις.

   Μὴ τοίνυν στήσῃς κατὰ πρόσωπόν μου τὰς ἁμαρτίας μου, ἃς ἔπραξα ἐν ἔργῳ, ἐν λόγῳ, ἐν διανοίᾳ, ἐν ἐνθυμήσει, ἐν νυκτὶ καὶ ἡμέρᾳ, ἑκουσίως καὶ ἀκουσίως, ἐκ συναρπαγῆς καὶ μελέτης, ἐμφανῶς καὶ ἀφανῶς, ἐκ συνηθείας μακρᾶς καὶ χρονίας, ἐν πάσῃ ἡμέρᾳ τε καὶ ὥρᾳ καὶ στιγμῇ καὶ ροπῇ. Καὶ ἁπλῶς εἰπεῖν, ἐν πάσῃ κινήσει καὶ διαθέσει μου, σωματικῇ, ψυχικῇ τε καὶ νοερᾷ. Οἶδας, Κύριε, ὅτι οὐκ ἔστιν ἐπὶ τῆς γῆς ἄλλος ὡς ἐγὼ ἐν ἁμαρτίαις καὶ ἀσωτίαις, καὶ αἰσχρουργίαις ἐγκαλινδούμενος, καὶ οὐκ ἔστιν ἕτερόν τινα εὑρεῖν, κατὰ τὰ ἐμὰ ἔργα πολιτευσάμενον, ἀφ᾿ οὗ τόδε τὸ πᾶν παρήγαγες, καὶ ἐκ τοῦ μὴ ὄντος συνέστησας τῷ σῷ τῆς ἐξουσίας θελήματι· ἐγὼ γὰρ γέγονα ταῖς κακίαις καὶ πονηρίαις τῷ ἀρχεκάκῳ Σατᾶν παρόμοιος, καὶ θαυμάζω πῶς ἡ γῆ μὲ βαστάζει καὶ οὐ καταπίνει με, τοσάκις παρανομοῦντα καὶ ἀθετοῦντα τὰ ἅγιά σου προστάγματα! Ὑπὲρ τοὺς προπάτορας παρέβην τὰς ἀθανάτους καὶ ἁγίας σου ἐντολάς, καὶ τῆς τρυφῆς τοῦ Παραδείσου ἐμαυτὸν ἐξένωσα, ἀδελφοκτόνος ἐγενόμην ὑπὲρ τὸν Κάϊν, τὴν ψυχήν μου θανατώσας διὰ τοῦ σώματος, ὑπερήλασα τὸν Λάμεχ, τὸν νοῦν ἐμαυτοῦ ἀποκτείνας καὶ τὰς αἰσθήσεις ἀχρειώσας διὰ τῶν αἰσχρῶν ἡδονῶν, ὑπὲρ τοὺς ἐν τῷ κατακλυσμῷ παρηνόμησα, οὐδὲν πρὸς τὴν ὑπερβολὴν τῶν κακῶν μου οἱ Σοδομῖται εἰργάσαντο. Αἰγύπτιος ἐγενόμην καὶ σκληροκάρδιος Φαραὼ πρὸς τοὺς λόγους σου, ὑπὲρ τοὺς γογγύσαντας ἐν ἐρήμῳ, καὶ παραβεβηκότας τὸν νόμον σου, καὶ ὑπὲρ τοὺς Νινευΐτας ἠνόμησα. Τί πρὸς τὰς ἐμὰς ἐκ διαθέσεως πράξεις αἱ ἀνομίαι τοῦ Μανασσῆ; καὶ αἱ ἁμαρτίαι τοῦ Δαβίδ; καὶ τοῦ υἱοῦ αὐτοῦ Σολομῶντος; καὶ ἑτέρων πολλῶν τῶν ἐν νόμῳ καὶ πρὸ τῆς χάριτος; ὧν περ πάντων χεῖρον ἠνόμησα, ὑπὲρ τὸν Ληστὴν καὶ Τελώνην ἐξήμαρτον· ὑπὲρ τὸν Ἄσωτον ἀσώτως ἐβίωσα· ὑπὲρ τὴν Πόρνην τὸ σῶμα καὶ τὴν ψυχὴν κατεμόλυνα· ὑπὲρ τὸν Πέτρον σε ἠρνησάμην ἀμεταμέλητα. Καὶ ἁπλῶς εἰπεῖν, ὑπὲρ ἅπαντας τοὺς ἀσεβεῖς δυσσεβῶς ἠνόμησα· καὶ τοῖς ἀρχηγοῖς τοῖς κακίας ἐξωμοιώθην, τοῖς αἰσχροῖς καὶ πονηροῖς δαίμοσι, πᾶσι τοῖς αὐτῶν κατακολουθῶν θελήμασι.

   Ἀλλὰ σύ, εὔσπλαγχνε Κύριε, θαυμάστωσον καὶ ἐπ᾿ ἐμοὶ τὰ ἐλέη σου· καιρὸς φανῆναι σου τὸ τῆς χρηστότητος πέλαγος. Ποίησον μετ᾿ ἐμοῦ σημεῖον εἰς ἀγαθόν, ἀνεξικακίας καὶ ἀγαθότητος ἄβυσσος· ἥμαρτον ὡς οὐδείς, παρηνόμησα ὡς οὐδείς, παρηνόμησα ὡς οὐχ ἕτερος· μετανοῆσαι ἐφίεμαι, καὶ μίαν ὥραν φυλάξαι τὰς ἐμὰς συνθήκας οὐ δύναμαι· ἥμαρτον ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ ὑπὲρ τὴν ψάμμον καὶ τὰς ρανίδας τοῦ ὕδατος. Σὺ δὲ ὡς μακρόθυμος καὶ φιλάνθρωπος, δεῖξον σου τὰ σπλάγχνα καὶ τὸ ἔλεος εἰς ἐμέ· οὐκ ἔστιν ἁμαρτία ἡ νικῶσα τὴν φιλανθρωπίαν σου· ἀπεριόριστον γὰρ τὸ πέλαγος τοῦ ἐλέους σου, καὶ ἀνείκαστος καὶ ἀπερινόητος ἡ ἀνεξικακία καὶ ἀγαθότης σου· τὰ δὲ ἐμὰ πταίσματα, εἰ καὶ μέγιστά εἰσι καὶ ἀσύγκριτα, ἀλλὰ πρὸς τὸ τῆς συμπαθείας σου ἀδιεξίτητον πέλαγος, ρανίδος πολλοστημορίῳ παρείκασται· οὐ τὰ ἐμὰ δὲ μόνον, ἀλλὰ καὶ τῶν ἀπ᾿ αἰῶνος ἁμαρτησάντων, καὶ ὑπὲρ ἐμέ· (εἰ τέως τίς ἐστι νικήσας ἐμὲ τοῖς κακοῖς).

   Διὰ τοῦτο προστρέχω σοι τῷ ἀγαθῷ μου Δεσπότῃ καὶ ποιητῇ, καὶ χορηγῷ τῆς ζωῆς μου, καὶ ἐξομολογοῦμαί σοι τῷ εὐσπλάγχνῳ Θεῷ μου, ἃ ἔπραξα· σὺ δὲ τὸ σύνηθές σου ἔλεος προβαλλόμενος, δεῖξον ἐπ᾿ ἐμοὶ τὰ ἀρχαῖα ἐλέη σου, καὶ ἐλέησόν με τὸν ὑπὲρ ἅπαντας κατὰ πρᾶξιν, καὶ διάθεσιν ἁμαρτήσαντα, τὸν ἀλαζόνα, τὸν ὑπερήφανον, τὸν κενόδοξον, τὸν ὑψηλόφρονα, τὸν ὑπερόφρυν, τὸν μετέωρον, τὸν ὑπερόπτην, τὸν αὐθάδη, τὸν φίλαρχον, τὸν φιλενδείκτην, τὸν ἀγνώμονα, τὸν ἀχάριστον, τὸν φιλόκοσμον, τὸν μαλακόν, τὸν μοιχόν, τὸν πόρνον, τὸν βέβηλον, τὸν ἄσωτον, τὸν αἰσχρόν, τὸν λάγνον, τὸν φθορέα, τὸν ἡδυπαθῆ, τὸν ἀσελγῆ, τὸν ἐμπαθῆ, τὸν παράνομον, τὸν φιλήδονον, τὸν γαστρίμαργον, τὸν λαίμαργον, τὸν τρυφηλόν, τὸν ἀδηφάγον, τὸν μέθυσον, τὸν ἀκηδιαστήν, τὸν ὑπνηλόν, τὸν ἀμελῆ, τὸν περίεργον, τὸν δόλιον, τὸν φθονερόν, τὸν βάσκανον, τὸν συκοφάντην, τὸν διαβολέα, τὸν φονέα, τὸν ληστήν, τὸν κλέπτην, τὸν ἄδικον, τὸν πλεονέκτην, τὸν ἅρπαγα, τὸν φιλοχρήματον, τὸν τοκιστήν, τὸν ὀργίλον, τὸν ψεύστην, τὸν αἰσχροκερδῆ, τὸν φειδωλόν, τὸν μνησίκακον, τὸν σκληροκάρδιον, τὸν ἀκαμπῆ, τὸν ἀνυπότακτον, τὸν ἀνήκοον, τὸν κατάλαλον, τὸν φλύαρον, τὸν λοίδορον, τὸν ψιθυριστήν, τὸν γελοιαστήν, τὸν αἰσχρολόγον, τὸν ἐπίορκον, τὸν εἴρωνα, τὸν ἀπατεῶνα, τὸν ὑβριστήν, τὸν θυμώδη, τὸν ἐκδικητήν, τὸν φιλόνεικον, τὸν πικρόν, τὸν ἀσυμπαθῆ, τὸν ἀνελεήμονα, τὸν ἀνάλγητον, τὸν ἀφιλόπτωχον, τὸν ἀφιλόξενον, τὸν ἄσπονδον, τὸν ἄφιλον, τὸν ἐριστικόν, τὸν μάχιμον, τὸν ὀνειδιστικόν, τὸν πάροινον, τὸν πλήκτην, τὸν φιλόψογον, τὸν ἀργολόγον, τὸν μάταιον, τὸν ἄφρονα, τὸν καταφρονητήν, τὸν ἄφοβον, τὸν μισόκαλον, τὸν μισάδελφον, τὸν μισάρετον, τὸν βλάσφημον, τὸν ἀπειθῆ, τὸν αὐτοκατάδικον, τὸν κατακεκριμένον, τὸν ἀμετανόητον, τὸν ἀνεξαγόρευτον, τὸν ἀναπολόγητον, τὸν πᾶν εἶδος ἀσελγείας καὶ ἀνομίας διαπραξάμενον, ψυχῇ τε ἅμα καὶ σώματι, καὶ πάσης διὰ τοῦτο φιλανθρωπίας καὶ συμπαθείας ἀνάξιον, καὶ ἄξιον τῆς ἀτελευτήτου κολάσεως.

   Δίκαιος μὲν εἶ Κύριε, καὶ δικαία ἡ κρίσις σου, ἀλλ᾿ ἀεί σου νικᾷ τὸ φιλάνθρωπον, καὶ κλίνει ἐκ τούτου εἰς τοῦτο. Μὴ τῷ θυμῷ σου τοίνυν ἐλέγξῃς με, ἐὰν γὰρ ἀνομίας παρατηρήσῃς, Κύριε, τίς ὑποστήσεται; οὐκ ἀγνοῶ μὲν οὖν, ὡς μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με, ὅτι ὑπὲρ ἅπαντας ἐπλημμέλησα καὶ αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου. Ἐσπίλωσά μου τὸ κατ᾿ εἰκόνα, ἠχρείωσα τὸν χιτῶνα μου τῆς ψυχῆς· ἐσβέσθη μου τῆς χάριτος ἡ λαμπάς· τὰ χείλη μου κατερρύπωσα, τοὺς ὀφθαλμοὺς ἐκιβδήλωσα ταῖς ἀτόποις καὶ παραλόγοις ὁράσεσι, ζητῶν τὸ ψεῦδος καὶ ματαιότητα. Ὤ, ποσάκις μετανοῆσαι συνεταξάμην καὶ ψευδόμενος ὤφθην, τοῦ πλούτου τῆς περὶ ἐμὲ χρηστότητός σου καταφρονῶν! Ὤ, ποσάκις ἐν ἐκκλησίαις ἀποθέσθαι τὰ φαῦλα ὑπισχνοῦμαί σοι, καὶ ἐξελθών, τοῖς αὐτοῖς καὶ χείροσιν ἐμπίπτω κακοῖς, ὥσπερ τῶν συνθηκῶν ἐπιλανθανόμενος, ἀπὸ τῆς κακῆς μου καὶ μυσαρᾶς ἕξεως.

   Δι᾿ ὃ χρῆσαι Δέσποτα, τῷ ἐμφύτῳ ἐλέει σου, καὶ τῷ πελάγει τῆς ἀνεξιχνιάστου φιλανθρωπίας σου· καὶ αὖθις μακροθύμησον ἐπ᾿ ἐμοί, καὶ μὴ πρόωρον μετανοίας ἁρπάσῃς με, μήτε ὡς ἄκαρπον δένδρον ἐκκόψῃς με· μὴ γένωμαι θέατρον Ἀγγέλοις καὶ ἀνθρώποις, καὶ εἰς κακίαν στήλη τις, καὶ παράδειγμα ἑτέρων, διὰ τὴν ἐμὴν ἀπότομον καταδίκην καὶ ἐκκοπὴν σωφρονιζομένων. Ἄνοιξόν μοι τὴν θύραν σου κρούοντι, ὄρεξόν μοι τὴν χεῖρα σου καταποντιζομένῳ· βυθὸς γὰρ χειμάζει με ἡδονῶν· εἰ μὴ γὰρ ἡ σὴ φιλανθρωπία προφθάσει, ὅσα ἐγὼ πράξω, οὐδέν εἰσι. Τύραννός μοι μέγας ἐφίσταται ὁ ἐχθρός· ἡ φύσις αὐτή· ἡ κακή μου προαίρεσις καὶ συνήθεια· ἤδη μοι ὁ χρόνος ἐξέλιπε τῆς ζωῆς· τὸ θέριστρον τοῦ θανάτου ἐγγύς· τὸ δρέπανον ἐξηκόνηται· ἡ ἀξίνη πρὸς τὴν ρίζαν μου ἔφθασε· κἀγὼ πρὸς τὸ χεῖρον ἔχω τὴν προκοπήν· ὁ κλέπτης τὸν τοῖχον μου τῆς ψυχῆς διορύσσει· ὁ κοινὸς ἐχθρὸς ὡς λέων ὠρύεται, καταπιεῖν με ἄρδην ζητῶν· ἡ ὁδὸς ἑτοίμη· ἡ προθεσμία πεπλήρωται· τὸ χειρόγραφον ἀνὰ χεῖρας· οἱ κατήγοροι, ὡς δήμιοι ἀπαραίτητοι· ὁ ζυγὸς ἀπῃώρηται, κἀγὼ ὁ ἄθλιος ταλαντεύομαι· καὶ οὐδὲ οὕτως αἰσθάνωμαι. Οἴμοι! τίς γένωμαι; ποῖ τράπωμαι;

   Δώρησαί μοι μετάνοιαν, Δέσποτα, καὶ τῶν πεπραγμένων συναίσθησιν· καὶ ἀνάλογα τῷ ρύπῳ τῶν ἡδονῶν μου δάκρυα. Μὴ ἀνέτοιμον ἁρπάσῃς με καὶ ἀνεξαγόρευτον. Ὁρᾷς τὴν ἐπίθεσιν τῆς ἀθλίας σαρκός μου· τὴν τῶν λογισμῶν ὑπερηρμένην καὶ φλεγμαίνουσαν κάμινον· τὴν ἕξιν τὴν πονηράν· τὴν πρὸς τὰ χείρω ροπήν, καὶ σῶσόν με διὰ μόνον τὸ ἄπειρον ἔλεός σου· ἐλέησόν με διὰ τὴν μεγάλην καὶ ἀνεκδιήγητόν σου χρηστότητα, ὥσπερ γὰρ τὰ ἐμὰ πταίσματα ἀριθμηθῆναι ἀδύνατον, οὕτως ἄπειρον καὶ ὑπερέξοχον καθ᾿ ὑπερβολὴν τὸ ἔλεός σου καὶ ἡ φιλανθρωπία σου. Διὰ τοῦτο ἀναλόγως τοῖς ἐμοῖς πταίσμασιν, ἐπίχεε δωρεὰν ἐπ᾿ ἐμὲ τὴν ἀνεξάντλητον ἀγαθότητά σου, ὅτι ἐπιμελῶς ἀεὶ ἡ διάνοιά μου ἔγκειται ἐπὶ τὰ πονηρά. Μνήσθητι τίς μου ἡ ὑπόστασις, ὅτι χοῦς εἰμι καὶ ὡμοιώθην τῇ ματαιότητι, καὶ ὡσεὶ καπνὸς ἐξέλιπον αἱ ἡμέραι μου. Μνήσθητι, ὅτι ἐν ἁμαρτίαις γεγέννημαι· ἀλλὰ παρὰ σοὶ ὁ ἱλασμός ἐστι, καὶ σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου.

   Ὀπίσω γὰρ τῶν ἐπιθυμιῶν τῆς σαρκὸς πορευθείς, καὶ διὰ παντὸς τοῦ βίου τῷ βορβόρῳ τῶν ἡδονῶν ἐγκυλινδούμενος, ἐπίχαρμα τοῖς δαίμοσι καὶ τῆς σῆς φιλανθρωπίας ἔρημος γέγονα. Ἐκ βρέφους μέχρι τοῦ νῦν ἀπατώμενος καὶ δελεαζόμενος, οὐδέποτε τοῖς σοῖς θελήμασι κατακολουθῆσαι ἠθέλησα· μὴ λογιζόμενος, ὅτι ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου· μηδὲ τῷ φόβῳ τῆς τομῆς τοῦ θανάτου καὶ τῷ φόβῳ τοῦ ἀδεκάστου σου κριτηρίου σωφρονιζόμενος. Ποίαν γὰρ πρᾶξιν αἰσχράν, μεθ᾿ ὑπερβολῆς καὶ σπουδῆς ὅτι πλείστης οὐκ ἐτέλεσα, προφάσεις ἐν ἁμαρτίαις προφασιζόμενος; τὸν νοῦν μου δι᾿ ἐνθυμήσεων αἰσχρῶν κατερρύπωσα· τὸ σῶμα διὰ μίξεων ρυπαρῶν κατεσπίλωσα· τὸ πνεῦμα διὰ συγκαταθέσεων φαύλων ἠχρείωσα· ἐγὼ μόνος τὸν θυμόν σου παρώργισα καὶ τὴν ὀργήν σου ἐξέκαυσα.

   Τίς λοιπὸν θρηνήσει με; τίς πενθήσει με τὸν ταλαίπωρον; Σὺ συμπαθής, εὐδιάλλακτος, Θεὸς ἐλέους καὶ οἰκτιρμῶν, ἔμφυτον ἔχων τῆς φιλανθρωπίας τὸ πέλαγος καὶ τῆς μακροθυμίας τὴν ἄβυσσον· ἐπικάμφθητι οὖν τῇ ταλαιπωρίᾳ μου· παρακαλοῦντα με δέξαι· ἐπιστρέφοντα ἐναγκάλισαι· ἴασαι τὸ ἀδιόρθωτον τῆς ἐμῆς ψυχῆς, καὶ οἷς ἐπίστασαι κρίμασι, σῶσόν με· οὐκ ἔχω δάκρυον ἐκτενές· οὐκ ἔχω ἐξομολόγησιν ἀληθινήν· οὐδέ τι ἄλλο τῶν ὅσα τὴν σὴν συμπάθειαν ἐκκαλέσασθαι ἱκανά. Οὐδὲν τὸ παράδοξον, εἰ τὸν δίκαιον σώσεις· εἰ τὸν φιλάρετον ἐλεήσεις· ἀλλ᾿ εἰ ἐμὲ τὸν ἄμετρα πταίσαντα, τὰ ἐλέη σου θαυμαστώσεις.

   Οἶδας τὴν ἀσθένειαν τῆς ἀνθρωπίνης φύσεως, ταύτην γὰρ ἐφόρεσας εὐσπλάγχνως. Μὴ νικήσῃ τὸ πλῆθος τῶν κακῶν μου τὴν ἄμετρον εὐσπλαγχνίαν σου. Πάριδέ μου τὰς ἀνομίας, καὶ ὡς ἰατρὸς θεράπευσον τὰ τῆς ψυχῆς μου ἀνίατα τραύματα. Ὁρᾷς τοὺς μώλωπας, ὅσοι, μᾶλλον δὲ ὁλοσώματός ἐστι ἡ πληγή μου, καὶ οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὐδὲ ἔλαιον, οὐδὲ καταδέσμους· σοὶ μόνῳ τῷ ἀριστοτέχνῃ Θεῷ μου, ᾧ πάντα δυνατὰ καὶ τὰ παρὰ ἀνθρώποις ἀδύνατα, τὸ ταῦτα ἰάσασθαι ράδιον καὶ μηδοτιοῦν τραῦμα κακίας ὑπολιπέσθαι. Σῶσόν με καὶ αὖθις κράζω, ἕνεκεν τοῦ ἐλέους σου, δι᾿ ὃ τὸ πᾶν παρήγαγες, δι᾿ ὃ πρὸς ἡμᾶς, τοὺς μυρία σοι πταίσαντας καὶ παροργήσαντας καταβέβηκας· μυρίων ταλάντων χρεωφειλέτης εἰμί· ἄφες μοι τὸ πλεῖον, ἵνα πλεῖον καὶ ἀγαπήσω. Ἡμάρτηκα ὁ Θεός, ἡμάρτηκά σοι· ὁμολογῶ· ἀλλὰ μὴ καταδικάσῃς με κατὰ τὰς ἀνομίας μου, μηδὲ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ· ἀλλ᾿ ἀκουστὸν γενέσθω μοι τὸ ἔλεός σου, μᾶλλον δὲ ἐξάκουστον καὶ διάδηλον, διὰ τῆς πρὸς ἐμὲ τὸν ὑπεράπειρα πταίσαντα συμπαθείας σου.

   Σὺ γὰρ εἶ Θεὸς τῶν μετανοούντων, μακρύνων τὰς ἀνομίας ἡμῶν ἀφ᾿ ἡμῶν· καθ᾿ ὅσον αἱ ἀνατολαὶ ἀποδιίστανται τῶν δυσμῶν, καὶ λευκαίνων διὰ τῆς μετανοίας τὰς ἁμαρτίας ἡμῶν, ὡς χιόνα τε καὶ ὡς ἔριον. Ὅσα τοίνυν ἥμαρτον ἄχρι τοῦ νῦν ἐκ νεότητος· συγχώρησόν μοι ὡς ὑπεράγαθος καὶ πολυέλεος· καὶ παράσχου μοι μετανοίας καιρὸν καὶ ἀείρρυτα δάκρυα· φαίδρυνον τὴν τῆς ψυχῆς μου λαμπάδα, δι᾿ ἐξομολογήσεως, ἣν ἐζόφωσα καὶ ἠμαύρωσα ταῖς τῶν ἀνομιῶν ἐπιθέσεσι· καὶ τὸ πρότερον ἔνδυμα, τὸ καθαρὸν καὶ ἀρρύπωτον, ὃ ἐνεδυσάμην ἀπὸ τοῦ βαπτίσματος, πάλιν ἀμφίασόν με τῇ ἐπισκέψει σου παρρησίαν καὶ ἀρραβῶνά μοι σωτηρίας ἀπὸ τῶν ἐντεῦθεν ἐπιβραβεύων. Μεσιτείᾳ τῆς ἀσπόρως καὶ ὑπερφυῶς τεκούσης Μητρὸς τὸν ἄναρχόν σου Λόγον καὶ προαιώνιον. Προστασίαις τῶν ἀΰλων καὶ ἀσωμάτων σου λειτουργῶν. Πρεσβείαις τοῦ τῆς μετανοίας κήρυκος, τιμίου ἐνδόξου προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. Τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τοῦ τε δευτέρου τῆς μετανοίας κήρυκος Ἰωάννου τοῦ πανσόφου καὶ χρυσορρήμονος, καὶ πάντων τῶν ἁγίων τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων. Ὅτι εὐλογητὸς εἶ, σὺν τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ ζωοποιῷ καὶ παναγίῳ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.


1. Ἐν ἄλλοις ἡ εὐχὴ αὕτη εὕρηται ἀνατεινομένη πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.


* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ», Βόλος 1980, σελ. 26-30.