Πέμπτη 7 Οκτωβρίου 2021

Οἱ ὅσιοι 99 Πατέρες οἱ ἐν Κρήτῃ




Οἱ ὅσιοι 99 Πατέρες οἱ ἐν Κρήτῃ

Ἑορτάζουν τὴν ζ΄ () Ὀκτωβρίου.


Τίς ἡ κοσμοφανὴς παρεμβολὴ αὕτη;

Τῶν ἐν Κρήτῃ Ὁσίων· ὦ τῆς δόξης!

 

Εἰς τὸν ὅσιον Ἰωάννην.

 

Ἐρημικῶς βιώσας ὦ Ἰωάννη,

Ἐρημικοὺς ἄνθρακας παθῶν σβεννύεις.


   ὅσιος Ἰωάννης ὁ Ἐρημίτης καὶ οἱ σὺν αὐτῷ 98 ὅσιοι Πατέρες κατάγονταν ἀπὸ διαφορετικὰ μέρη τῆς λεκάνης τῆς Μεσογείου, τὴν Αἴγυπτο, τὴν Κύπρο καὶ τὴν Ἀττάλεια. Ἀσκήτεψαν στὴν Κρήτη ὅπου, κατὰ τὴν ἐπιθυμία τους, ἀπεβίωσαν εἰρηνικὰ καὶ οἱ ἐνενῆντα ἐννέα μαζὶ τὴν ἴδια ἡμέρα. Ἀποτελοῦν εὐλογημένο πρότυπο ἀγάπης, ὁμόνοιας καὶ ἑνότητας τῶν Μοναστικῶν Ἀδελφοτήτων.


Ταῖς Αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.


Ἀπολυτίκιον. Ἦχος γ΄.  Θείας πίστεως…

Θείας πίστεως, λαμπροὺς ἀστέρας, εὐφημήσωμεν, ἄσμασι θείοις, τοὺς Ὁσίους ἐννέα καὶ ἐννενήκοντα, οἱ τῷ Ναῷ αὐτῶν πόθῳ προστρέχοντες, ἀναβοῶντες αὐτοῖς μετὰ πίστεως. Πατέρες Ὅσιοι, Χριστῷ τῷ Θεῷ πρεσβεύσατε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 

Ἕτερον· Ἦχος δ΄.  Ταχὺ προκατάλαβε…

Χορὸς πολυάριθμος, τῶν Ἀσκητῶν τοῦ Χριστοῦ, λαμπρῶς συγκροτούμενος, τῷ τῆς ἀγάπης δεσμῷ, ἐν Κρήτῃ ἐξέλαμψεν, ἔνθα καὶ ὁμοφρόνως, ἐνασκήσαντες πίστει, πάντες μιᾷ ἡμέρᾳ, μετετέθησαν ἄνω, πρεσβεύοντες Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον…

ν τῇ Κρήτῃ λάμψαντες, καθάπερ λύχνοι, ἀρετῶν ταῖς χάρισι, φωταγωγεῖτε μυστικῶς, Πατέρες θεῖοι τοὺς ψάλλοντας. Χαίροις Ὁσίων, χορὸς θεοσύνακτος.

 

Μεγαλυνάριον.

Τοὺς συνηθροισμένους γνώμῃ στεῤῥᾷ, καὶ ὁμοφροσύνῃ διαπρέψαντας ἀκραιφνεῖ, τοὺς ἐν νήσῳ Κρήτῃ, ὡς εἷς σώμασι πλείστοις, λαμπρῶς ἀγωνισθέντας πατέρας μέλψωμεν