Παρασκευή 15 Απριλίου 2022

ΕΥΧΗ Εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν.




Ε Υ Χ Η

Εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν.

Τοῦ ἁγίου Ἰσαὰκ τοῦ Σύρου.1


   Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ τὸν φίλον σου Λάζαρον κλαύσας, καὶ δάκρυα λύπης καὶ συμπαθείας στάξας ἐπ’ αὐτῷ, δέξαι δάκρυα πικρίας μου. Τοῖς πάθεσί σου τὰ πάθη μου θεράπευσον· τοῖς τραύμασί σου τὰ τραύματά μου ἰάτρευσον· τῷ αἵματί σου τὸ αἷμα μου καθάγνισον· καὶ τὴν ὀσμὴν τοῦ ζωοποιοῦ σου σώματος συγκέρασον τῷ σώματί μου· ἡ χολή, ἣν παρὰ τῶν ἐχθρῶν ἐποτίσθης, γλυκανάτω μου τὴν ψυχὴν ἀπὸ τῆς πικρίας μου, ἦς με ὁ ἀντίδικος ἐπότισε. Τὸ σῶμα σου τὸ ἐπὶ τοῦ ξύλου τοῦ σταυροῦ τανυθέν, διαπετασάτω μου τὸν νοῦν πρὸς σέ, τὸν ὑπὸ τῶν δαιμόνων κάτω ἑλκυσθέντα· ἡ κεφαλή σου, ἣν ἐπὶ σταυροῦ ἔκλινας, ὑψωσάτω μου τὴν κεφαλὴν τὴν κολαφισθεῖσαν ὑπὸ τῶν ἀντιπάλων· αἱ πανάγιαί σου χεῖρες, αἱ καθηλωθεῖσαι ὑπὸ ἀπίστων ἐν τῷ σταυρῷ, ἀναγαγέτωσάν με πρὸς σὲ ἐκ τοῦ χάσματος τῆς ἀπωλείας, ὡς ὑπέσχετο τὸ πανάγιόν σου στόμα· τὸ πρόσωπόν σου, τὸ δεξάμενον ραπίσματα καὶ ἐμπτύσματα ὑπὸ τῶν καταράτων, στιλβωσάτω μου τὸ πρόσωπον, τὸ χρανθὲν ἐν ταῖς ἀνομίαις· ἡ ψυχή σου, ἣν ἐπὶ τοῦ σταυροῦ ὤν, τῷ Πατρί σου παρέδωκας, ὁδηγησάτω με πρὸς σὲ ἐν τῆ χάριτί σου· οὐκ ἔχω καρδίαν ὀδυνηρὰν πρὸς ἀναζήτησίν σου· οὐκ ἔχω μετάνοιαν, οὐδὲ κατάνυξιν, τὰ ἐπανάγοντα τὰ τέκνα πρὸς τὴν αὑτῶν κληρονομίαν· οὐκ ἔχω Δέσποτα, δάκρυον παρακλητικόν· ἐσκότισταί μου ὁ νοῦς ἐν τοῖς βιωτικοῖς καὶ ὑλικοῖς, καὶ οὐκ ἰσχύει πρὸς σὲ ἀτενίσαι ἐν ὀδύνῃ· ἔψυκταί μου ἡ καρδία ἐκ τοῦ πλήθους τῶν πειρασμῶν, καὶ οὐ δύναται θερμανθῆναι τοῖς δάκρυσι τῆς πρὸς σὲ ἀγάπης.

   Ἀλλὰ σύ, Κύριε Ἰησοῦ Χριστέ, ὁ θησαυρὸς τῶν ἀγαθῶν, δώρησαί μοι μετάνοιαν ὁλόκληρον καὶ καρδίαν ἐπίπονον, ἵνα ἐξέλθω ὁλοψύχως εἰς ἀναζήτησίν σου· χωρὶς γὰρ σοῦ, παντὸς ἀγαθοῦ ξένος εἰμί· χάρισαί μοι οὖν, ὦ ἀγαθέ, τὴν χάριν σου· ὁ Πατήρ, ὁ προαγαγών σε ἐκ τῶν κόλπων αὐτοῦ ἀχρόνως καὶ ἀϊδίως, ἀνακαινισάτω ἐν ἐμοὶ τὰς μορφὰς τῆς σῆς εἰκόνος· κατέλιπόν σε, μὴ ἐγκαταλίπῃς με· ἐξῆλθον ἀπὸ σοῦ, ἔξελθε εἰς ἀναζήτησίν μου, καὶ εἰσάγαγέ με εἰς τὴν νομήν σου, καὶ συγκαταρίθμησόν με τοῖς προβάτοις τῆς ἐκλεκτῆς σου ποίμνης, καὶ διάθρεψόν με μετ’ αὐτῶν ἐκ τῆς χλόης τῶν θείων σου μυστηρίων, ὧν καταγώγιον ἡ καθαρὰ ὑπάρχει καρδία, ἐν ᾗ καὶ ἡ ἔλλαμψις καθορᾶται τῶν σῶν ἀποκαλύψεων, ἥτις ἐστὶ παράκλησις καὶ ἀναψυχὴ τῶν κοπιασάντων διὰ σὲ ἐν ταῖς θλίψεσι, καὶ ταῖς παντοδαπαῖς αἰκίαις· ἧς τινος ἐλλάμψεως καὶ ἡμεῖς ἀξιωθείημεν, χάριτι καὶ φιλανθρωπίᾳ σοῦ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ, Συνερανισθὲν ὑπὸ ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου», Βόλος 1980, σελ. 48,49.


1. Κεῖται (βρίσκεται) ἐν σελίδι 14 τῆς αὐτοῦ βίβλου.